ἵνα πειθόμενος αὐτῇ καὶ κατ’ αὐτὴν βιοὺς ἀπήμονα καὶ μακαριστότατον δι῾ αἰῶνος καὶ ἀεὶ θάλλοντα πρὸς ἀθανασίαν βίον ἔχω καὶ χαράν, ἀθετήσαντί <μοι> αὐτὴν εἰς θάνατον ἀπέβη καὶ ἐπειδὴ ὁ διάβολος, ὅν ἁμαρτίαν νῦν οὗτος ἐκάλεσε διὰ τὸ δημιουργὸν 1 2 αὐτὸν ἁμαρτίας ὑπάρχειν καὶ εὑρετήν, διὰ τῆς ἐντολῆς ἀφορμὴν λαβὼν πρὸς Παρακοὴν ἐξηπάτησέ | με καὶ ἀπατήσας ἀπέκτεινεν, 583 ὑπεύθυνον τῷ »ᾖ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε« κατακρίματι γενέσθαι κατεργρσάμενος.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.