ἐξηγεῖται ἐπιστήμονα ἰθυνομένην πρὸς τοῦ λόγου. τέσσαρα 1 μὲν εἶναί φαμεν ὡς τὰ ζῷα τὰ ὑπεζευγμένα τῷ ὅλῳ. τὸ μὲν ἀνθρώπου, τὸ δὲ λέοντος, τὸ δὲ μόσχου, τὸ δὲ ἀετοῦ. ἕκαστον δὲ πάλιν ἰδίως αὐτῶν καθ' ἑαυτὸν τετράμορφον ὄν, ἑτέρας τοσαύτας ἐν ἐαυτῷ συμπεφυκυΐας κεφαλὰς ἔχειν οἶον γνωριμωτέροις διὰ τούτων ἐμφαίνων
ὀνόμασιν τὴν τῶν τεσσάρων ὁμολογίαν στοιχείων, [ἄριστα] <ἀφ' ὧν> διεκοσμήθη τὸ πᾶν. τῷ μὲν γὰρ ἀέρι τὸν ἄνθρωπον εὐστόχως ἀπεικάξεσθαι χρὴ οὐράνιον φυτὸν ὑπάρχοντα, τῷ δὲ πυρὶ διὰ τὴν ὀξυκινησίαν <καὶ ἡγεμονίαν> τὸν λέοντα, γῇ δὲ τὸν μόσχον, ἀετῷ δὲ τὸ ὕδωρ, ὅτι τὴν γέννεσιν ἐξ ὕδατος ἔσχεν τὰ πτηνά.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.