τῇ φύσει, τεταγμένως δὲ ἐπ' αὐτῷ τὸ πῦρ ἠωρημένον, καὶ περὶ τὴν γῆν κεχυμένον τὸ ὕδωρ. οὕτω δὴ καὶ ἐν ἠμῖν γῆ μὲν ἡ τῶν ὀστέων ἐστὶν στερέμνιος φύσις, καὶ ἡ ἐπ' αὐτῆς περικεχυμένη σὰρξ χυτή, ὑδάτων δὲ καὶ ποταμῶν μιμήματα φλέβες καὶ αἶμα τὸ ἐν φλεψίν. ἀὴρ δὲ καὶ πνεῦμα, τὸ ἐν ἐρτηρίαις τὴν πολλὴν ξέσιν τοῦ ἐν ἡμῖν
καταψύχον πυρός. πῦρ δὲ τὸ ἔμφυτον θερμόν, τὴν τοῦ φλέγματος ἐκτῆκον ἀμετρίαν, καθάπερ κρυσταλλῶδες πίλημα ὕδατος.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.