σῶμα ἐδύνατο, πεφυκὸς μὴ ὑποτάσσεσθαι τῷ ἀγαθῷ. εἰ γὰρ ἡ φύσις τοιαύτη τῆς σαρκός, μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, νόμος δὲ θεοῦ δικαιοσύνη καὶ σωφροσύνη. ἐχρῆν μήτε παρθενεύειν μήτε ἐγκρατεύεσθαι δύνασθαι τὸ σύνολον ὅλως ἐκ παντός· εἰ δὲ παρθενεύουσι καὶ ἐγκρατεύονται, ἐγκρατεύονται δὲ ὁπότε τὸ σῶμα ὑποτάσ-
σουσιν (ἄλλως γὰρ ἐγρατεύεσθαι ἁμαρτίας ἀδύνατον), οὐκ ἄρα οὐ δύναται τὸ σῶμα ὑποτάσσεσθαι τῷ τοῦ θεοῦ νόμῳ.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.