πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ έστιν· ὁ δὲ πνευματικὸς πάντα ἀνακρίνει«. ὥσπερ ἐκεῖ ψυχικὸς εἰσάγεταί τις καὶ πνευματικὸς ἄνθρωπος, καὶ ὁ μὲν πνευματικὸς τῶν σῳζομένων, ὁ δὲ ψυχικὸς τῶν ἀπολλυμένων, καὶ οὐ παρὰ τοῦτο δὴν ψυχὴ μὲν ἀπόλλυται, ἄλλα δὲ παρὰ τὴν ψυχὴν σῴζεται, οὕτω δὴ καὶ ἐνθάδε σαρκικοὺς καὶ έν σαρξὶν
ὑπάρχοντας ἀπόλλυσθαι λέγων, καὶ μὴ δύνασθαι ἀρέσαι θεῷ, οὐ τὴν σάρκα, ἀλλὰ τὴν κατὰ σάρκα πολιτείαν ἀναιρεῖσθαι ἀγωνίζεται.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.