εἰ γὰρ διὰ τὸ σῶμα ἥμαρτον, συνῆν ἄρα ἐξ ἀρχῆς αὐταῖος καὶ πρὸ τῆς ἁμαρτίας τὸ σῶμα. πῶς γὰρ διὰ τοῦτο ἡμάρτανον, ὅ μὴ ἠν μηδέπω; εἰ δὲ παγὶς πάλιν αὐτὸ τὸ σῶμα καὶ πέδαι νομίζεται καὶ δεσμός, οὐκέτι τὸ συναμφότερον αἴτιον, ἀλλὰ ψυχὴ μόνη· ἁμαρτήσαντι γὰρ μετὰ τὸ ἁμαρτῆσαι [τῷ ἁμαρτήσαντι] δεσμὰ καὶ παγίδες
καὶ πέδαι κατασκευάζονται.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.