(διαφέρει γὰρ οὐδὲν οὕτως εἰπεῖν, ἐπειδὴ καὶ οἱ πρωτόπλαστοι οὐκ ἐγεννήθησαν, ἀλλ᾿ ἐγενήθησαν), γενητοὶ δὲ καὶ οἱ ἄγγελοι καὶ αἱ ψυχαί (ὁ »ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα«), ἀπόλλυνται ἄρα οἱ ἄγγελοι κατ᾿ αὐτοὺς καὶ αἱ ψυχαί. ἀλλ᾿ οὔτε οἱ ἄγγελοι οὔτε αἰ ψυχαὶ ἀπόλλυνται· ἀθάνατα γὰρ ταῦτα καὶ ἀδάμαστα, καθὼς
ὁ ποιήσας εἶναι βεβούλευται. ἀθάνατος ἄρα καὶ ὁ ἄνθρωπος.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.