ἐπιθυμεῖ δὲ τὰ γεννώμενα καὶ συνουσίας καὶ τροφῆς, τὸ δὲ ἐπιθυμεῖν νοσεῖν ἐστι, τὸ δὲ μὴ δεῖσθαι μηδὲ ἐπιθυμεῖν ὑγιαίνειν, νοσεῖ δὲ τὰ γεννώμενα, ὅτι ἐπιθυμεῖ, τὰ δὲ μὴ γεννώμενα οὐ νοσεῖ, πάσχει δὲ τὰ νοσοῦντα ἢ κατὰ πλῆθος ἢ ἔνδειαν τῶν προσγινομένων 1 καὶ ἀπογινομένων, τὸ δὲ πάσχον καὶ φθίνει καὶ ἀπόλλυται, διόπερ καὶ γεννᾶται, γεννᾶται δὲ ὁ ἄνθρωπος, — οὐ δύναται ἄρα ἀπαθὴς εἶναι ὁ ἄνθρωπος καὶ ἀθάνατος.—
(διαφέρει γὰρ οὐδὲν οὕτως εἰπεῖν, ἐπειδὴ καὶ οἱ πρωτόπλαστοι οὐκ ἐγεννήθησαν, ἀλλ᾿ ἐγενήθησαν), γενητοὶ δὲ καὶ οἱ ἄγγελοι καὶ αἱ ψυχαί (ὁ »ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα«), ἀπόλλυνται ἄρα οἱ ἄγγελοι κατ᾿ αὐτοὺς καὶ αἱ ψυχαί. ἀλλ᾿ οὔτε οἱ ἄγγελοι οὔτε αἰ ψυχαὶ ἀπόλλυνται· ἀθάνατα γὰρ ταῦτα καὶ ἀδάμαστα, καθὼς
ὁ ποιήσας εἶναι βεβούλευται. ἀθάνατος ἄρα καὶ ὁ ἄνθρωπος.
ἐποίει. οὐκοῦν εἰς τὸ εἶναι καὶ μένειν τὴν κτίσιν ὁ θεὸς διεκοσμήσατο, καθάπερ καὶ ἡ Σοφία συνίστησιν· »ἔκτισε γὰρ εἰς τὸ εἶναι« λέγουσα »τὰ πάντα ὁ θεός, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου«.
τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾿ ἐλπίδι, ὅτι καὶ αὐτὴν ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«. »τῇ γὰρ ματαιότητι« φηςίν »ἡ κτίσις ὑπετάγη«, ἐλευθερωθήσεσθαι« δὲ »τῆς« τοιαύτης
»δουλείας« προσδοκᾷ, κτίσιν τὸν κόσμον τοῦτον βουλόμενος νῦν καλεῖν. οὐ γὰρ »τὰ μὴ βλεπόμενα« τῇ φθορᾷ δουλεύει, ἀλλὰ ταῦτα δὴ »τὰ βλεπόμενα«.
κάθισον, Ἱερουσαλήμ«, ἐλευθερωθέντων τε τῆς ἁμαρτίας »ἐλευθερωθήσεται« καὶ αὐτὴ »τῆς φθορᾶς«, μηκέτι τῇ ματαιότητι δουλεύουσα, ἀλλὰ τῇ δικαιοςύνῃ.
τὴν υἰοθεςίαν δέ· »ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ (φηςί) ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως ἔσται τὸ σπέρμα ὐμῶν καὶ τὸ ὄνομα ὑμῶν«. καὶ πάλιν· »οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος θεὸς ὁ κατασκευάσας τὴν γῆν καὶ
ποιήσας αὐτήν· αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι «.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.