μὴ εἶναι τοὺς δερμαντίνους χιτῶνας τὰ σώματα, ἀλλὰ τῆν ἀπὸ τοῦ ἀλόγου τῶν ζῴων νεκρότητα κατεσκευασμένην· τοῦτο γὰρλείπεται. ἀμέλει τῶν ὅρων ἔξω τοῦ παραδείσου κατὰ ταύτην ἐξοικίζεται τὴν αἰτίαν· οὐ γάρ, ὅτι μὴ θέλων ὁ θεὸς ἀπὸ τοῦ ξύλου δρέψασθαι τῆς ζωῆς αὐτὸν καὶ φαγεῖν ἐξέβαλεν (ἐδύνατο γὰρ εἰς τὸν
αἰῶνα ζῆ, αὐθις φαγὼν ἀπὸ τῆς ζωῆς), ἀλλ᾿ ἵνα μὴ ἀθάνατον, ὡς ὑπεθέμεθα, γενηθῇ τὸ κακόν.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.