θρασυνθέντες γοῦν ἐντεῦθεν τοῦ μὲν εὐλαβοῦς καὶ πρᾴου καὶ πάντα δύνασθαι ποιεῖν τὸν θεόν, ὡς ἐπηγγείλατο, πιστεύειν ὠλίσθησαν, εἰς δὲ ζητήσσεις κενὰς καὶ βλασφημίας ἥκασι· μὴ νοήσαντες ὡς οὐ τὰ ἔργα τῶν λόγων ἐπετηδεύθη χάριν, ἀλλὰ τῶν ἔργων οἱ λόγοι, ὥσπερ <ἐπ᾿> ἰατρικῆς δι᾿ ὧν τοὺς κάμνοντας σῴζεσθαι δεῖ τῶν
λόγων ἔργοις κυρουμένων, ἵν᾿ ἡρμοσμένων ἡμῶν πάντα σύμφωνος ὁ νοῦς εἴη τοῖς ἀρίιστοις λόγοις τὰ ἤθη τῇ γλώσσῃ συνῳδὰ παρέχων δίκηην λύρας, ἀλλὰ μὴ ἄμουσα καὶ ἀσύμφωνα.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.