καὶ ἀναπνεύσας, ὥσπερ οἱ πλέοντες τοῦ κύματος ἤδη λωφῶντος, ὑποτρέμων ἔτι καὶ σκοτιζόμενος (ἐβεβλήμην γάρ, ὡς πρὸσ ὑρῆσθαι, τῇ δεινότητι κατηντλημένος τῶν λόγων) τρέπομαι πρὸς τὸν Αὐξέντιον, τιον, καὶ καλέσας αὐτόν Ὦ Αὐζέντιε, νομίζω, ἔφην, μὴ μάτην λελέχθαι τὸ ποιητιὸν
ἄγε οὖν ἀντιπαραταζώμεθα, τῶν σοφισμάτων αὐτῶν μηδὲν τῶν ἀντιλογικῶν, 563 οἶς οἱ δειλοῖ βάλλονται, φοβηθέντες. καὶ γὰρ οὐδὲν ἐν αὐτοῖς ὑγιὲς ὅλως οὐδὲ πάγιον, ἀλλὰ φαντασία μόνον εὐπρεπὴς ῥημάτων, πρὸς κατάπληξιν <μόνον> τῶν ἀκουόντων καὶ πειθὼ κατεσκευασμένη· οὐ τῆς ἀληθείας καὶ τοῦ συμφέροντος χάριν, ἀλλὰ τοῦ
δόξαι τοῖς παροῦσι σοφοῦς τοῦς λόγους.
οἵ μισθὸν αἴρονται τῶν λόγων, ἐπευωνιζόμενοι τῆς σοφίας ἐπαίνοις.
θρασυνθέντες γοῦν ἐντεῦθεν τοῦ μὲν εὐλαβοῦς καὶ πρᾴου καὶ πάντα δύνασθαι ποιεῖν τὸν θεόν, ὡς ἐπηγγείλατο, πιστεύειν ὠλίσθησαν, εἰς δὲ ζητήσσεις κενὰς καὶ βλασφημίας ἥκασι· μὴ νοήσαντες ὡς οὐ τὰ ἔργα τῶν λόγων ἐπετηδεύθη χάριν, ἀλλὰ τῶν ἔργων οἱ λόγοι, ὥσπερ <ἐπ᾿> ἰατρικῆς δι᾿ ὧν τοὺς κάμνοντας σῴζεσθαι δεῖ τῶν
λόγων ἔργοις κυρουμένων, ἵν᾿ ἡρμοσμένων ἡμῶν πάντα σύμφωνος ὁ νοῦς εἴη τοῖς ἀρίιστοις λόγοις τὰ ἤθη τῇ γλώσσῃ συνῳδὰ παρέχων δίκηην λύρας, ἀλλὰ μὴ ἄμουσα καὶ ἀσύμφωνα.
μᾶλλον ἤ πρὸς ἀλήθειαν ἁμιλλώμενον, πρόθυρα καὶ προσχήματα καὶ πᾶλλον ὑποδυσάμενον τῆς ὑποκρίσεως τὴν σκευήν.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.