τί οὖν αἱ γραφαὶ συνᾴδουσι τούτοις, ἐπικρατύνουσαι πρὸς συμπλή- 1 2 3 ρωσιν διαγωγῆς κρείττονος τὸν ἄνθρωπον, φραστέον. ταῦτα γὰρ ἐάν τις οἷός τε ᾖ, μὴ παρακόπτων τοῦ δέοντος, ἀκριβῶς νοεῖν, εἴσεται τὴν ἀνάστασιν ἐπὶ τούτου μὴ χρῆναι παραλαμβάνεσθαι τοῦ σώματος, ἅτε ἁδυνατοῦντος ἀτρέπτου δι᾿ αἰῶνος μένειν, ἀλλὰ ἐπὶ
τοῦ πνευματικοῦ, ἐν ᾧ ὁ αὐτὸς ὁ καὶ νῦν ἐν τούτῳ διασῳζόμενος 540 χαρακτὴρ τηρηθήσεται, ἵν᾿ ἕκαστος ἡμῶν καὶ κατὰ τὴν μορφὴν ὁ αὐτὸς ᾖ, καθάπερ ἐλέχθη καὶ Ὠριγένει.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.