θεωρίαν, τοσαῦτα ὡς ἐν ἐπιτομῇ· ἐνθυμοῦ δὲ καὶ τὰ τούτοις ἀναθεωρῶν ἐφεξῆς. λείπεται γὰρ τὰς ἀπὸ τῶν γραφῶν ἔτι πρὸς τοῖς εἰρημένοις μαρτθρίας παραλαβεῖν, ἵν᾿ ὥσπερ ἀνδριὰς πάντα τὰ μέρη συμμέτρως ὁ λόγος ἑαυτοῦ λαβὼν ὅλος ἐκ πλήρους ᾖ κατεσκευασμένος, ἀλλὰ μηδὲν ἔχων ἐνδεὲς τῶν εἰς σχῆμα καὶ κάλλος συναγομένων.
τί οὖν αἱ γραφαὶ συνᾴδουσι τούτοις, ἐπικρατύνουσαι πρὸς συμπλή- 1 2 3 ρωσιν διαγωγῆς κρείττονος τὸν ἄνθρωπον, φραστέον. ταῦτα γὰρ ἐάν τις οἷός τε ᾖ, μὴ παρακόπτων τοῦ δέοντος, ἀκριβῶς νοεῖν, εἴσεται τὴν ἀνάστασιν ἐπὶ τούτου μὴ χρῆναι παραλαμβάνεσθαι τοῦ σώματος, ἅτε ἁδυνατοῦντος ἀτρέπτου δι᾿ αἰῶνος μένειν, ἀλλὰ ἐπὶ
τοῦ πνευματικοῦ, ἐν ᾧ ὁ αὐτὸς ὁ καὶ νῦν ἐν τούτῳ διασῳζόμενος 540 χαρακτὴρ τηρηθήσεται, ἵν᾿ ἕκαστος ἡμῶν καὶ κατὰ τὴν μορφὴν ὁ αὐτὸς ᾖ, καθάπερ ἐλέχθη καὶ Ὠριγένει.
καὶ ἀπογινομένου περὶ τὸ εἶδος τὸ χαρακτηρίζον τὸν ἄνθρωπον, ὑφ᾿ οὗ καὶ συγκρατεῖται τὸ σχῆμα, ἀνάγκη, 560 φησί, τὴν ἀνάστασιν ἐπὶ μόνου τοῦ εἴδους σῴζεσθαι δεῖν προσδοκᾶν.
ἑώρακας δέρμα ζῴου ἢ ἄλλο τι τοιοῦτο γεμισθὲν ὕδατος, ὅπως, ἐὰν πρὸς ὀλίγον κενούμενον πρὸς ὀλίγον πληροῖτο, ἀεὶ τὸ εἶδος τὸ αὐτὸ δείκνυσιν. οἷον γὰρ ἂν ᾖ τὸ περιέχον, ἀνάγκη πρὸς αὐτὸ καὶ τὸ ἐντὸς σχηματίζεσθαι. φέρε γάρ, ὑπεκρέοντος τοῦ ὕδατος εἴ τις 4 προσβάλλοι τοσοῦτον ὅσον ἐκχεῖται, μὴ ἐῶν τὸν ἀσκὸν ἀθρόως κενωθῆναι τοῦ ὅδατος, εἰ μὴ ἀνάγκη τοιοῦτο φαίνεσθαι τὸ προστιθέμενον οἷον καὶ τὸ πρῶτον, διὰ τὸ εἶναι καὶ τὸ περιέχον τὸ αὐτό, περὶ ὃ εἰσρεῖ καὶ ἀπορρεῖ τὸ ὕδωρ.
κάζειν οὐκ αἰδεσθήσεται. ὡσαύτως τγὰρ καὶ τὰ ἀπὸ τῆς τροφῆς ἀντεισαγόμενα ἀντὶ τῶν ὑπεξωσθεισῶν σαρκῶν εἰς τὸ σχῆμα τοῦ περιέχοντος εἴδους μεταβαλοῦνται· καὶ ὁπόσον μὲν ἂν κατὰ τοὺς ὀφθαλμοὺς διαχυθῇ, τοῖς ὀφθαλμοῖς ἔοικεν, ὁπόσον δὲ κατὰ τὸ πρόσωπον, τῷ προσώπῳ, ὁπόσον δὲ κατὰ τὰ ἕτερα, τούτοις. ὥστε τὸν
αὐτὸν ἕκαστον φαίνεσθαι, οὐκ οὐσῶν τῶν σαρκῶν ἐν ταὐτῷ τῶν πρώτων ὑποκειμένων, ἀλλὰ τοῦ εἴδους, καθ᾿ ὃ εἰδοποιοῦνται τὰ προσγιγνόμενα.
τὴν αὐτὴν σάρκα ἐσόμεθα, ἀλλὰ κατὰ τὸ εἶδος τὸ καὶ νῦν ἀεὶ διασῳζόμενον ἐν ἡμῖν καὶ μένον, ὃ γὰρ ἐκεῖ τὸ δέρμα, τοῦτο τὸ εἶδος ἐνθάδε· ὅ δὲ ἐκεῖ τὸ ὕδωρ ἐπὶ τῆς εἰκόνος, τοῦτο ἐνταῦθα τὸ προσγιγνόμενον καὶ ἀπογιγνόμενον.
αὐτὸς σῴζεται, οὑτωσὶ καὶ τότε, οὐκ ὄντος τοῦ σώματος τοῦ αὐτοῦ, εἰς τὸ ἐνδοξότερον τὸ εἶδος αὐξηθὲν οὐκέτι ἐν φθαρτῷ, ἀλλ᾿ ἐν ἀπαθεῖ καὶ πνευματικῷ δειχθήσεται σώματι, ὥσπερ οἷον <τὸ> τοῦ Ἰησοῦ 5 κατὰ τὴν μεταμόρφωσιν ἦν, ὅτε εἰς τὸ ὄρος ἀνέβη μετὰ Πέτρου. καὶ τοῦ Μωυσέως καὶ τοῦ Ἠλίου τῶν ὀφθέντων αὐτῷ.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.