ἡδονήν, δεσμώτης ἔπλει εἰς τὴν Σικελίαν καὶ τὰς τῶν ἑταίρων ἐνέφραττεν ἀκοάς, οὐκ ἐκείνοις ἕνεκα τῆς ἀκροάσεως φθονῶν, οὐδὲ ἑαυτὸν δεσμῷ περιβάλλειν ἐπιθυμῶν, ἀλλ' ὅτι τέλος τῆς ἐκείνων ᾠδῆς τοῖς ἀκούουσι θάνατος ἦν· τοιαῦται γάρ > παρ’ Ἕλλησιν ᾖδον αἱ Σειρῆνες.
ἀλλὰ θεῖα διδασκόμενος μυστήρια καὶ τὸ τέλος οὐ θάνατον, ἀλλ' αἰώνιον ἀπεκδεχόμενος σωτηρίαν.
τῶν μὲν γὰρ μετὰ τῆς φωνῆς ὁ ἀκροατὴς τοῦ ζῆν παύεται, τῶν δὲ ἐπὶ πλεῖον ἀκούων τοῦ κρείττονος ἀπολαύσει βίου, ὑπὸ Μου πνεύματος χειραγωγούμενος.
ἀκοάς, ἀλλὰ δεσμῶν μὲν ἄνεσις πᾶσα, ἀλευθέρα δ' ἀκοὴ παρ’ ἑκάστῳ τῶν προσιόντων. τοιαύτης γὰρ ᾠδῆς ἀκούειν ἄξιον, τοιούτους τοὺς ᾄδοντας ἔχειν εὐκτέον εἶναί μοι δοκεῖ.
τῷ ἁγίῳ πατρί, πνεύματι δοξάζοντες Ἰησοῦν τὸν ἐν κόλποις αὐτοῦ‘. μὴ φύγῃς, ἄνθρωπε, ὕμνον πνευματικόν, μηδὲ ἀπεχθῶς πρὸς τὴν ἀκρόασιν διαθῇς. θάνατον οὐκ ἔχει· σωτηρίας ἐστὶν διήγημα ἡ παρ' ἡμῖν ᾠδή.
ὁ τοιοῦτός μοι πάρεστιν ἀνθέων λειμών, τουτέστιν ἡ ὑμετέρα σύνοδος τῶν ἅμα τε καὶ ἀκουόντων καὶ συνᾳδόντων τὰ θεῖα μυστήρια.
ἀδελφούς, ὅτι ἐφ’ οἷς ἔλεγεν ἐμίσουν τὸν ἀδελφόν. ἀλλὰ τούτων ἁπάντων μακρὰν ἀφεστῶτες, διόπερ ἕκαστος ὑμῶν τὰ τοῦ πλησίον νομίζει λέγειν. καὶ διὰ τοῦτο ζῆλος πονηρὸς οὐκ ἔστιν ἐν ὑμῖν, τὰ λείποντα τῷ ἀδελφῷ ἀναπληροῦν δεδιδαγμένοις.
ἀεὶ συνεῖναι δικαίως <ἂν> εὐξαίμην.
De Libero Arbitrio. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.