(6)
Ὡς δὲ ταῦτα ἤκουσαν οἱ ἀδελφοὶ ἐστέναξαν καὶ ἔκλαυσαν σφόδρα, ὅτι εἶπεν αὐτοῖς Πορεύομαι· Οὐ γὰρ ἤθελον αὐτὸν ἀπ᾽ αὐτῶν ἀπελθεῖν. λέγει αὐτοῖς ὁ Φίλιππος· Μὴ ὀδυνᾶσθε τῇ καρδίᾳ· ὥσπερ γὰρ ὁ κύριος ἡμῶν ᾠκονόμησεν ἐλθεῖν με πρὸς ὑμᾶς, οὕτως καὶ εἰς ἄλλας πόλεις ἀπέρχομαι, ἵνα πληρώσω τὸ θέλημα τοῦ Χριστοῦ· ὁ δὲ κύριος ἔσται μεθ᾽ ὑμῶν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.