(5)
Ταῦτα δὲ εἰπὼν ὁ Φίλιππος ἐκράτησεν τὸν Ἴρεον, καὶ κατέστησεν αὐτὸν ἐπίσκοπον, καὶ ἐστήριξεν αὐτὸν ἐφ᾽ οἷς ἤκουσεν καὶ ἐφ᾽ ἅπασιν οἷς ἐθεάσατο. καὶ εἶπεν αὐτῷ ὁ Φίλιππος· Εἰρήνη ἐπὶ σὲ ἡ δοθεῖσα ἡμῖν παρὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἔλεος. Καὶ ἐπεφώνησαν ἅπαντες οἱ ἀδελφοί· Ἄξιος, ἄξιος, ἄξιος. Καὶ ἐπηύξατο ὁ Φίλιππος τῷ Ἰρέῳ, ἵνα γένηται πρᾳότης ἐν αὐτῷ, καὶ ἵνα δυνηθῇ ποιμᾶναι τοὺς ἀδελφοὺς ἐν πίστει, καὶ πᾶν αἴτημα ἀγαθὸν ὃ ἐὰν αἰτήσηται παρὰ τοῦ θεοῦ δοθήσεται. καὶ στραφεὶς εἶπεν τοῖς ἀδελφοῖς· Ὑμεῖς οὖν τέκνα δουλεύσατε αὐτῷ ἐν ὑποταγῇ, φανεροῦντες ἐνώπιον αὐτοῦ ὡς πατρὶ τοὺς λογισμούς. καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἔστω μεθ᾽ ὑμῶν πάντοτε· ἐγὼ γὰρ πορεύομαι.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.