(19)
Ἤρξατο οὖν διδάσκειν αὐτοὺς τὰ περὶ πίστεως καὶ τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ κατηχήσας αὐτοὺς καὶ πάντας τοὺς τοῦ οἴκου ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἐμείναμεν δὲ ἐν τῷ οἴκῳ αὐτῶν μῆνα ἡμερῶν, διδασκόμενοι καὶ ὁδηγούμενοι ὑπὸ Φιλίππου εἰς τὴν ἀληθινὴν γνῶσιν· καὶ συνέτρεχον πλήθη πολλὰ καθ᾽ ἑκάστην ὑπ᾽ αὐτοῦ διδασκόμενοι, καὶ ἐπίστευον μεγαλυνόμενοι ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ, θεραπευόμενοι οἱ τὰς νόσους ἔχοντες· καὶ τὰ ἀκάθαρτα πνεύματα ἔφυγον· καὶ πάντες ἔλεγον· Εὐλογητὸς ὁ Φιλίππου θεός, ὅτι τῇ ἰδίᾳ αὐτοῦ εὐσπλαγχνίᾳ ἠθέλησεν ἡμᾶς σῷσαι· αὐτῷ αἰνοῦμεν καὶ δοξάζομεν εἰς αἰῶνας αἰώνων. ἀμήν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.