(18)
Ὁ δὲ Φίλιππος τῇ Νερκέλᾳ ἔφη· Εἰ Θέλεις ζῆσαι γύναι τὴν αἰώνιον καὶ μακαρίαν ζωήν, καταφρονήσασα τοῦ παντὸς βίου καὶ τοῦ κάλλους σου;´Ἣ δὲ ἀποκριθεῖσα εἶπεν· Ὅσα ἐὰν κελεύῃς ποιήσω ἵνα γένηταί μοι σωτηρία. Ὡσαύτως καὶ ἡ θυγάτηρ εἶπεν· Δέομαί σου ἄνθρωπε τοῦ θεοῦ, κἀγὼ θέλω σωθῆναι. Εἶπεν δὲ ὁ Φίλιππος· Ἐφ᾽ ὅσον καὶ σὺ καταλιμπάνεις τὸ κάλλος τοῦ σώματός σου, σωθήσῃ.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.