(16)
Καὶ εὐθὺς ἀνέστη, καὶ ἐξεδύσατο τὰ ἱμάτια τὰ διάχρυσα, καὶ ἐνεδύσατο ἔνδυμα ταπεινὸν αὐτή τε καὶ ἡ θυγάτηρ αὐτῆς, καὶ ἐξῆλθον ἐκ τοῦ κοιτῶνος. ὁ δὲ Ἴρεος προεπορεύετο ἀγαλλιῶν· ἦν δὲ ἡ καταστολὴ αὐτῶν εὐπρεπὴς καὶ οὐδὲν ἦν ἀκατακάλυπτον τοῦ σώματος αὐτῶν, εἰ μὴ τάχα μόνον οἱ ὀφθαλμοί. καὶ λέγει ὁ Ἴρεος· Δεῦτε, μὴ διστάσητε. Ὡς οὖν ἦλθον πρὸς τὸν ἀπόστολον τοῦ Χριστοῦ Φίλιππον, καὶ εἶδον αὐτὸν ὡς μέγα τι φῶς, καὶ τοὺς μαθητὰς κύκλῳ αὐτοῦ, οὐκ ἴσχυσαν ἐγγίσαι αὐτῳ· καὶ ὁ Ἴρεος δὲ ἐφοβήθη τὸν Φίλιππον, πῶς οὕτως μετεμόρφωσεν ἑαυτόν. καὶ πεσόντες ἐπί πρόσωπον ἔκλαιον λέγοντες· Ἵλεως ἡμῖν γενοῦ. Καὶ ἐσαλεύθη πᾶσα ἡ οἰκἰα διὰ τὸν φόβον τὸν ἐπελθόντα ἐπ᾽αὐτούς.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.