(15)
Καὶ ὡς ταῦτα ἔλεγον, Ἀρτεμήλα ἡ θυγάτηρ αὐτῶν ἀκούσασα ταῦτα εἶπεν· Ὦ μῆτερ, τί ταῦτα λέγεις; εἰ γάρ τίς ἐστι ζωὴ εἰς ἣν εἰσελεύσῃ σὺ καὶ ὁ πατήρ μου, δῆλον ὅτι κἀγὼ αὐτης βούλομαι μετασχεῖν. Ἦν δὲ ἡ Ἀρτεμήλα σφόδρα ὡραία. Καὶ λέγει αὐτῇ ἡ μήτηρ αὐτῆς Νερκέλα· Ἀνάστα ὦ θύγατερ καὶ ἔκδυσαι τοῦτο τὸ πολύχρυσον ἔνδυμα ὃ φορεῖς. Ἣ δὲ εἶπεν· Τὸ θέλημα τοῦ θεοῦ τοῦ ξένου ἔσται ἐν παντί. Λέγει πάλιν ὁ Ἴρεος τῇ γυναικὶ αὐτοῦ Νερκέλᾳ· Ἐξέλθωμεν πρὸς αὐτόν· ἐὰν γὰρ ἴδῃς αὐτόν, πᾶσα ἡ οἰκία ἡμῶν πιστεύει εἰς αὐτόν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.