(6)
Λέγει οὖν ὁ Ἱρεὺς πρὸς τὸν Φίλιππον· Δοῦλε τοῦ θεοῦ, εἰ εὗρον χάριν ἐνώπιόν σου, εἴσελθε εἰς τὴν οἰκίαν μου, εἰ ἄξιός εἰμι, κἀγὼ ποιήσω αὐτὴν συναγωγὴν χριστιανῶν. Εἶπεν δὲ ὁ Φίλιππος αὐτῷ· Ἄπελθε πρῶτον εἰς τὴν οἰκίαν σου, καὶ καθάρισον αὐτήν. Ὃ δὲ Καὶ πῶς φησι κύριε καθαρίσω αὐτήν; Λέγει ὁ Φίλιππος· Μηδεμίαν ἀδικίαν ἐάσῃς, καὶ τῇ γυναικί σου ἀπόταξαι. Ἀκούσας δὲ ὁ Ἴρεος ἔδραμεν, καὶ ἦν θαυμάζων ὁ Φίλιππος. καὶ ὁ Ἴρεος ἔλεγεν πρὸς ἑαυτὸν ἐν τῇ καρδίᾳ αὐτοῦ· Γένοιτό μοι Ἰησοῦ κύριε καὶ ἕως θανάτου ὑπὲρ τοῦ σοῦ ἀποστόλου ἀγωνίσασθαι.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.