(5)
Λέγει ὁ Ἴρεος· Πῶς οἶδας ὅτι ὑπὲρ σοῦ ἠγωνισάμην; Καὶ λέγει ὁ Φίλιππος· Οἶδα τέκνον, οἶδα τὰ παρ᾽ ἑκάστου εἰρημένα. Λέγει ὁ Ἴρεος· Γίνωσκε ἄνθρωπε τοῦ θεοῦ ὅτι ἦλθον εἰς συνάντησίν σου οὐκ ἔχων δόλον· μὴ οὖν ἀμελήσῃς μου, ὅτι ἡτοίμακα τὴν ψυχήν μου εἰς σωτηρίαν. Καὶ ὁ Φίλιππός φησι· Ὁ κύριος τελειώσει τὴν ἐπιθυμίαν σου· μόνον μὴ διστάσῃς πρὸς τὸν καταρτισμὸν οὗ ἕνεκεν πρὸς ἡμᾶς παρεγένου. Λέγει ὁ Ἴρεος· Ἐγὼ οὐκ ἐπιστρέφομαι πρὸς τὰ ὀπίσω ἐν ᾧ τὴν ἐλπίδα ἔχω. Λέγει ὁ Φίλιππος· Θέλημά ἐστι τοῦ θεοῦ δι᾽ ὃν καὶ ἦλθον ἵνα μὴ ἐκπέσωσιν οἱ πιστεύσαντες, ἀλλὰ ζήσωσιν ἐν τῷ Χριστῷ, καὶ λάβωσι τὰς ἐπαγγελίας τὰς ὑπ᾽ αὐτοῦ τεταγμένας εἰς σωτηρίαν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.