(17)
Τότε λέγει ὁ Φίλιππος· Οὐκ ἔστιν φθόνος ἐν ἡμῖν, ἀλλ᾽ ἡ τοῦ Χριστοῦ χάρις ἀναβλέψαι ὑμᾶς ποιήσει · πρότερον δὲ ὑμῶν τὸν ἀρχιερέα ἀναβλέψαι ποιήσω, ὅπως ἐπὶ τούτῳ πλέον ὑμεῖς πιστεύσητε. Καὶ φωνὴ ἐξ οὐρανοῦ ἠνέχθη τῷ Φιλίππῳ· Φίλιππε υἱὲ ποτὲ βροντῆς, νῦν δὲ πρᾳότητος, εἴ τι ἂν αἰτήσῃ τὸν πατέρα μου, ποιήσει σοι. Καὶ πᾶς ὁ ὄχλος ἔκθαμβος ἦν ἐπὶ τῇ φωνῇ· τὸ γὰρ ἦχος αὐτῆς μεῖζον βροντῆς ἐγένετο. Τότε λέγει ὁ Φίλιππος τῷ ἀρχιερεῖ· Ἐν τῷ ὀνόματι τῆς δυνάμεως τῆς φωνῆς τοῦ κυρίου μου Ἰησοῦ ἀνάβλεψον Ἀνανία. Καὶ εὐθέως ἀνέβλεψεν, καὶ περιβλεψάμενος εἶπεν· Ὤ φησιν τί ἐστιν τὸ τῆς μαγείας τοῦ Ἰησοῦ; ὅτι οὗτος ὁ Φίλιππος ἐν ὀλίγῳ με ἐτύφλωσεν, καὶ πάλιν ἐν ὀλίγῳ ἀναβλέψαι με ἐποίησεν. Τί οὖν; ἔφη ὁ Φίλιππος, πιστεύεις εἰς τὸν Ἰησοῦν; Λέγει ὁ ἀρχιερεύς· Μὴ γὰρ δύνασαί με μαγεῦσαι καὶ πεῖσαι; Οἱ δὲ πεντακόσιοι οἱ μετ᾽ αὐτοῦ, ἀκούσαντες ὅτι ὁ ἀρχιερεὺς αὐτῶν ἀναβλέψας ἔτι ἀπιστεῖ, ἔλεγον τοῖς παρεστῶσιν δεηθῆναι τοῦ Φιλίππου ὅπως αὐτοὺς ἀναβλέψαι ποιήσῃ, Ἵνα τὸν ἄπιστον ἀρχιερέα τοῦτον ἀνέλωμεν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.