(16)
Ἀνερχομένου δὲ τοῦ Ἰησοῦ εἰς τὸν οὐρανὸν ἐγένετο σεισμὸς μέγας σφόδρα, ὥστε σχισθῆναι τὸν τόπον ἐφ᾽ ὃν εἱστήκεισαν· καὶ δραμόντες οἱ ὄχλοι ἔκειντο πρὸς τοὺς πόδας τοῦ ἀποστόλου κράζοντες· Ἐλέησον ἡμᾶς ὦ θεοῦ ἄνθρωπε. Ὁμοίως καὶ οἱ πεντακόσιοι ἄνδρες ἔκραξαν καὶ αὐτοὶ πάλιν· Ἐλέησον ἡμᾶς ὦ Φίλιππε, ἵνα σὲ ἴδωμεν καὶ διὰ σοῦ τὸν φωστῆρα τῆς ζωῆς Ἰησοῦν· ὅτι ἐλέγομεν τούτῳ τῷ ἀπίστῳ ἀρχιερεῖ ὅτι Ἄνθρωποι ἁμαρτωλοὶ ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.