(21)
Ἐλάλησεν δὲ ὁ Φίλιππος μετὰ Βαρθολομαίου ἐν τῇ ἑβραΐδι διαλέτῳ λέγων· Ποῦ ὁ ἀδελφὸς ἡμῶν Ἰωάννης; ἰδοὺ γὰρ ἐγὼ ἀπολύομαι ἀπὸ τοῦ σώματος, καὶ τίς ὁ εὐξάμενος περὶ ἡμῶν; ὅτι καὶ εἰς τὴν ἀδελφὴν ἡμῶν Μαριάμνην ἐπεχείρησαν παρὰ τὸ καθῆκον· καὶ ἰδοὺ πῦρ ἔρριψαν εἰς τὴν οἰκίαν τοῦ Στάχυος, λέγοντες ὅτι Καύσωμεν αὐτήν, ἐπειδὴ ὑπεδέξατο αὐτούς. Θέλεις οὖν Βαρθολομαῖε εἴπωμεν πῦρ ἐλθεῖν ἀπ᾽ οὐρανοῦ καὶ κατακαύσωμεν αὐτούς;Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.