(20)
Ἐμειδίασαν δὲ ἀμφότεροι ὁρῶντες ἀλλήλους ὅ τε Φίλιππος καὶ ὁ Βαρθολομαῖος· ἦσαν γὰρ ὡς οὐ βασανιζόμενοι· αἱ γὰρ κολάσεις αὐτῶν ἦσαν βραβεῖα καὶ στέφανοι. ὅτε δὲ καὶ τὴν Μαριάμνην ἀπέδυσαν, ἰδοὺ εὐθέως ἠλλάγη ἡ ὁμοίωσις τοῦ σώματος αὐτῆς ἐνώπιον πάντων, καὶ εὐθέως ἐγένετο περὶ αὐτὴν νεφέλη πυρὸς ἔμπροσθεν πάντων, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἐμβλέψαι τὸ σύνολον εἰς τὸν τόπον ἐν ᾠ ἐτύγχανεν ἡ ἁγία Μαριάμνη, ἀλλ᾽ ἔφυγον ἄπαντες ἀπ᾽ αὐτῆς.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.