(3)
Ἡ δὲ ἀδελφὴ τοῦ Φιλίππου Μαριάμνη καθεζομένη ἐν τῇ εἰσόδῳ τῆς οἰκίας τοῦ Στάχυος προσεῖχεν τοῖς προσερ χομένοις, πείθουσα αὐτοὺς ἐπακροᾶσθαι τῶν ἀποστόλων λεγόντων πρὸς αὐτούς· Ἀδελφοὶ ἡμῶν, υἱοὶ τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς, ὑμεῖς ἐστε τὸ πλοῦτος τὸ καλὸν καὶ ἡ ὕπαρξις τῆς ἄνω πόλεως, ἡ τερπνότης τοῦ κατοικητηρίου οὗ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.