(2)
Φθάσας δὲ ἐν πόλει Ὀφιορύμῃ, ἥτις καλεῖται Ἱεράπολις τῆς Ἀσίας, ὑπεδέχθη ὑπό τινος πιστοῦ ὀνόματι Στάχυος. συνῆν δὲ αὐτῷ καὶ Βαρθολομαῖος εἷς τῶν ἑβδομήκοντα μαθητῶν τοῦ κυρίου καὶ ἡ ἀδελφὴ αὐτοῦ Μαριάμνη καὶ οἱ ἀκολουθοῦντες αὐτῷ μαθηταὶ αὐτοῦ. συναχθέντων δὲ πολλῶν ἀνδρῶν τε καὶ γυναικῶν ἐν τῇ οἰκίᾳ τοῦ Στάχυος ἦν ὁ Φίλιππος ἅμα τῷ Βαρθολομαίῳ διδάσκων αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.