(3)
Λαβόντες οὖν τὸ ἑαυτῶν ποτήριον ἐπηύξαντο οὕτως Σὺ εἶ ὁ δροσίζων πᾶσαν πυρὰν καὶ χαλινῶν σκότος καὶ βάλλων χαλινὸν εἰς τὸ στόμα τοῦ δράκοντος, ὁ καταργήσας αὐτοῦ τὴν ὀργήν, ὁ ἀποστρέψας εἰς τὰ ὀπίσω τὴν πονηρίαν τοῦ ἀλλοτρίου καὶ καταποντίσας αὐτὸν ἐν τῷ ἰδίῳ πυρί, ὁ κλείσας τὸν φωλεὸν αὐτοῦ καὶ ἀσφαλισάμενος τὰς ἐκβάσεις αὐτοῦ καὶ κολαφίζων τὴν ὑπερηφανίαν αὐτοῦ· ἐλθὲ μεθ᾽ ἡμῶν ἐν τῇ ἐρημίᾳ ταύτῃ· τρέχομεν γὰρ διὰ τὸ θέλημά σου καὶ διὰ τὸ σὸν πρόσταγμα.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.