(2)
Ἰδὼν οὖν ὁ Φίλιππος λέγει τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· Ἄρτι χρεία ἡμῖν βοηθείας τῆς παρὰ τοῦ σωτῆρος· μνημονεύσωμεν τοῦ ῥήματος τοῦ Χριστοῦ ὃς ἐξαπέστειλεν ἡμᾶς καὶ εἶπεν· Μηδὲν φοβηθῆτε, μήτε διωγμόν, μήτε τοὺς ὄφεις τῆς χώρας ἐκείνης, μήτε τὸν ζοφερὸν δράκοντα. Στῶμεν οὖν ὥσπερ στῦλοι ἐστηριγμένοι ἐνώπιον τοῦ θεοῦ, καὶ καταργηθήσεται πᾶσα ἡ τοῦ ἐχθροῦ δύναμις, καὶ πεσεῖται ἡ ἀπειλὴ αὐτοῦ. εὐξώμεθα οὖν καὶ ῥαντίσωμεν ἐν τῷ ποτηρίῳ τὸν ἀέρα, καὶ ἠρεμήσει οὗτος ὁ ζοφερός, καὶ ὁ καπνὸς κατασταθήσεται.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.