>ἀνατέθεικεν, ὡς πάντων ἐκεῖσε πολλὴν λαμβανόντων τὴν αὔξησιν >σφόδρα ἄξιον ἡμῖν καταφαίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ
>εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐπαρακόμιστα ὑπὸ τεχνικῶν >καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι >κελεύσειας, τῶν θείων μάλιστα, ὡν τήν τε ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ >τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις.
>καθολικόν, ὅπως ἅπαντα τὰ πρὸς τὴν ἐπισκευὴν αὐτῶν ἐπιτήδεια >παρασχεῖν φροντίσῃ.
>καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθείη, >ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων >ὃς ἐπειδὰν ἀφίκοιτο πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλαν- >θρωπίας. ὁ θεὸς διαφυλάξει σε, ἀδελφὲ«.
ὅπως ὁ πανεύφημος βασιλεύς, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν, πᾶσαν εἰς τὰ θεῖα μετατέθεικε τὴν σπουδήν.
τὸ μυσαρὸν ἐκεῖνο προσέταξεν οἰκοδόμημα ὁ πιστότατος βασιλεύς, τὸν δὲ χοῦν ἐκεῖνον τὸν ἐναγέσι μολυνθέντα θυσίαις ἐκφορηθῆναι καὶ πόρρω που ῥιφῆναι τοῦ ἄστεος, εἶτα ναὸν τοῦ σωτῆρος ἡμῶν θεοῦ οἰκοδομηθῆναι μέγιστον καὶ κάλλιστον προστάττει. δηλοῖ δὲ ταῦτα σαφέστερον ἡ τοῦ θεοφιλεστάτου βασιλέως ἐπιστολή, ἣν
τὸν πρόεδρον τῆς ἐκκλησίας ἐκείνης, τῆς ἐν Ἱεροσολύμοις λέγω, ἐπέστειλε. Μακάριος δὲ ἦν τότε, οὑ καὶ ἔμπροσθεν ἐμνήσθημεν, ὃς καὶ τῇ μεγάλῃ τῇ κατὰ Νίκαιαν κεκοινωνήκει συνόδῳ καὶ τὴν τῆς Ἀρείου σὺν τοῖς ἄλλοις βλασφημίας κατέλυσε φλόγα.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.