>διωκούσης τοὺς τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν >καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα πασῶν τῶν ἐκκλησιῶν τοὺς >οἴκους ἢ ὑπὸ ἀμελείας διεφθάρθαι ἢ φόβῳ τῆς >ἐλάττονας τῆς ἀξίας γεγενῆσθαι, ἀδελφὲ προσφιλέστατε·
>κοινῶν διοικήσεως τῇ τοῦ παντουργοῦ θεοῦ προνοίᾳ ἡμετέρᾳ δὲ >ὑπηρεσίᾳ διωχθέντος, ἡγοῦμαι πᾶσι φανερὰν γεγενῆσθαι >δύναμιν καὶ τοὺς ἢ φόβῳ ἢ ἀπιστίᾳ ἢ ἁμαρτήμασί τισι περιπεσόντας >ἐπιγνόντας τε τὸν ὄντως ὄντα θεὸν ἥξειν ἐπὶ τὴν ἀληθῆ καὶ ὀρθὴν >πίστιν καὶ κατάστασιν τοῦ βίου.
>ἐκκλησινῶν ἢ ἄλλους τοὺς κατὰ τόπον προϊσταμένους ἐπισκόπους >πρεσβυτέρους τε ἤ διακόνους οἶσθα, ὑπόμνησον σπουδάζειν περὶ τὰ >ἔργα τῆς οἰκοδομίας τῶν ἐκκλησιῶν, ἢ ἐπανορθοῦσθαι τὰ ὄντα ἢ καὶ >εἰς μείζονα αὔξειν ἢ ἔνθα ἂν ἡ χρεία ἀπαιτῇ καινὰ ποιεῖν.
>ἡγεμονευόντων καὶ τῆς ἐπαρχικῆς τάξεως. τούτοις γὰρ ἐπεστάλη >πάσῃ σπουδῇ ἐξυπηρετήσασθαι τοῖς ὑπὸ τῆς σῆς ὁσιότητος λεγομέ- >νοις. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ«.
ἔγραψεν, ἐξ αὐτῶν τῶν γραμμάτων καταμαθεῖν εὐχερές.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.