ἐρεσχελιῶν ἕνεκα ἄλλου πρὸς ἄλλον ἔχοντος, λιβέλλων τε ἐπιδιδομέ- 1 2 νων ὑπ᾿ αὐτῶν καὶ ἐγκλημάτων συγκροτουμένων παρὰ τῷ εὐσεβεῖ βασιλεῖ, δεξάμενος τοὺς λιβέλλους σφραγίσας τε τῷ δακτυλίῳ αὐτοῦ ἐκέλευσε φυλάττεσθαι·
συνελθόντας περὶ τούτων διαλαβεῖν. καὶ ἐνστάσης τῆς προθεσμίας εἰς μέσον καθίσας ὁ βασιλεὺς καὶ ἡσυχίας γενομένης τῷ καιρῷ πρεπούσης πάντων τοὺς λιβέλλους προσέταξεν ἐνεχθῆναι· καὶ δὴ δεξάμενος καὶ ἐν τῷ οἰκείῳ κόλπῳ θέμενος μήτε ἐγκύψαι τοῖς ἐμφερομένοις ἐθελήσας, λέγει·
τε καὶ ἄρχοντας κρίνειν τε καὶ διακρίνειν τὰ πλήθη καὶ θεοὺς εἰναι ἅτε δὴ ἀνθρώπων ἁπάντων ὑπερέχοντας ὁρισαμένου κατὰ τὸ εἰρημένον· >ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες< καὶ τό· >ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν< χρὴ τῶν μὲν κοινῶν ἀλιγωρεῖν πραγμάτων, πᾶσαν δὲ τὴν σπουδὴν περὶ τὰ θεῖα ποιεῖσθαι«.
κελεύσας ἐνεχθῆναι πῦρ, ἐμπρησθῆναι τοὺς λιβέλλους προσέταξεν. ἔσπευδε γὰρ μηδένα τῶν ἔξω ἐπιγνῶναι τῶν τοιούτων ἐπισκόπων τὴν ἀνώμαλον ἐπιχείρησιν· τοσαύτη ἡ τοῦ βασιλέως πρὸς τοὺς ἱερεῖς τοῦ θεοῦ εὐλάβεια, ἣν θαυμάσειαν ἅπαντες οἱ εὖ φρονοῦντες.
ἡγοῦμαι παραδοῦναι σιγῇ. φιλαπεχθήμονες γὰρ ἄνδρες καὶ φιλολοίδοροι λαϊκοὶ ἐγράφαντο τῶν ἐπισκόπων τινὰς καὶ τῷ βασιλεῖ τὰς ἐγγράφους κατηγορίας ἐπέδοσαν καὶ ταῦτα πρὸ τῆς γεγενημένης ὁμονοίας.
φασὶ δὲ αὐτὸν καὶ τοῦτο προσθεῖναι, ὡς εἰ αὐτόπτης ἐπικσκόπου ἐγεγόνει γάμον ἀλλότριον διορύττοντος, συγκαλύψαι ἂν τῇ πορφυρίδι τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψαι τοὺς θεωμένους τῶν δρωμένων ἡ ὄψις. τοσαύτη ἡ τοῦ βασιλέως θεοφιλὴς καὶ ἀξιάγαστος σύνεσις.
ἐφεξῆς συνερχόμενος τοῖς ἐπισκόποις ὁ βασιλεύς, ἅμα αὐτοῖς τὰ περὶ τῆς πίστεως διελάμβανε τάς τε διαφόρους αὐτῶν γνώμας ἀνελέγετο. ἦσαν γάρ, καθὼς πολλάκις εἰρήκαμεν, ἐν αὐτοῖς τινες τοῖς ἀθεμίτοις Ἀρείου δόγμασι συμφερόμενοι καὶ τῷ πλήθει τῶν ἁγίων ἐπισκόπων, τῶν τῆς ἀληθείας ὑπερμαχούντων, ἀντιπράττοντες. ἀλλ
οἱ ἄριστοι καὶ τὰ πάντα ἱερώτατοι πατέρες ἡμῶν τῷ τῆς ἀληθείας ὅπλῳ ἠσφαλισμένοι τὴν λαμπρὰν καὶ ἀμώμητον πίστιν μετὰ παρρησίας ἐκήρυττον· μεθ᾿ ὧν ἦν καὶ ὁμολογητῶν πολὺς ἀριθμός, ἀνθισταμένων τοῖς ἐθέλουσι περιποιεῖσθαι τὰ μοχθηρὰ τοῦ Ἀρείου δόγματα.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.