>λικῆς ἐκκλησίας πᾶσιν ἡμῖν παντὸς θαύματος μεῖζον ἤθροισε, πίστεως τὸ κυριακὸν οἰκητήριον.
>τούτου λαβεῖν.
>πίστεως ἀϊδίως τῇ τῆς θεότητος τοῦ ἡμετέρου σωτῆρος δυνάμει- >βαστάζουσι.
>σης, μόνῃ καθαρᾶς διανοίας, πεποιθήσει πρόσεισιν ὁ >νος.
>τοῦ προσήκοντος ἐπαίνου ἅπασαν τοῦ αὐτοῦ ἔργου τὴν τελεσιουρ- >γίαν κοσμεῖ.
>μένων τοῖς προθύροις τοῦ ἀγιωτάτου τόπου δικαιοσύνην μὲν αἱ >ἀναπεπταμέναι δέχονται, αὕτη τε εἴσω οἰκισθεῖσα μένει ἀκήρατος, >δὲ ἀδικίᾳ οὐδὲ θέμις ταῖς θύραις προσελθεῖν, ἀλλὰ ἐξόριστος >τοῦ τόπου ἐκκλείεται.
>νάτου φωτὸς λαμπρότητα ἤγαγεν, ἵνα μὴ πόρρω με >τις ἴσως τῆς ψυχῆς πίστις ἀπεργάσηται τῆς ἀληθείας ἀνάρμοστον.
>ὧν τὸν ἀριθμὸν πολλῶν ἔργων ἱκανὸν γοῦν λέγειν † φανείη >ὡς τὴν ἐμὴν μετριότητα ὁ αὐτὸς ἡμέτερος θεὸς καὶ πάντων >μάτων πατὴρ εἰκότως ἑαυτῷ κατεδουλώσατο.
>σθεῖσα εὐδαιμονεῖν δοκεῖ καὶ ἀπὸ τ〈οι〉ούτου πράγματος ἐξόχους >νους πληρῶσαι δύνασθαι φαίνεται, ὅμως, ὅπερ τῆς ἀληθείας ἡ πίστις >ἐναργῶς δείκνυσιν, οὔτε φωνὴ οὔτε γλῶττα τῷ προστάγματι >διανοίας ὑπουργῆσαι ἀρκοῦσι κοὶ μάλα εἰκότως.
>ἵνα τοιαύτης πεποιθήσεως ἀπορρίψῃ λόγον, δι᾿ οὑ φάναι ἂν >σειε πάνυ εὐκόλως τῷ τὰ πάντα δυναμένῳ θεῷ ἢ καὶ πάντων τῶν καλλίστων δημιουργῷ ἐνδόξους ἐπαίνους καὶ ἐπαξίους ἐντελῶς εἰ- >πεῖν;
>θῆναι, ὅπερ ἄξιον θεοῦ λεχθῆναι δυνήσεται.
>ἀνθρώποις δίδαγμα τοῦ παρ᾿ αὐτοῦ οἴκτου δηλῶν, γαληνῷ νεύματι >τῆς αὐτοῦ θεότητος ἔδειξε. τίνος ἄρξομαι ἄρα;
>ἀριθμῷ περιλαβεῖν οἷόν τε, μικρᾷ τινι τροφῇ καὶ ἐλαχίστοις σιτίοις >καὶ μόνοις δύο ἰχθύσι τῇ
>θεασάμενος καὶ τῆς ἑαυτοῦ ὁμιλίας μόνης καταξιώσας, ὑγιᾶ τε αὐθις >καὶ παντὸς νοσήματος ἐλευθέραν ἔδειξε;
>τε τῆς πατρίδος καὶ τῆς ἐνορίας διέδραμεν;
>ἠπίαν αὐτοῦ ἀνεξικακίαν, δι᾿ ἧς νικητὴς ὢν ἐν πᾶσι τῶν >δήμων τὴν αὐθάδειαν ἐδάμασε καὶ δαμασθεῖσαν πόρρω ἀπ᾿ >διαχωρίζων τὴν ἀγριότητα τῷ νόμῳ ὑπέταξεν;
>προσδοκῶμεν ἀλλ’ ὥσπερ τινὶ τρόπῳ ἤδη κατέχομεν;
>ἐξαιρέτως περὶ τὴν καλλίστην καὶ παντὸς ἐπαίνου μείζονα δικαιοσύ- >νην, ὁπότε καὶ τοῦ ἰδίου θείου πνεύματος τὸ ἁγιώτατον κατ᾿ >σῶμα ἐνοικεῖν τε αὐτῷ καὶ οὕτω σωτηριῶδες τοῖς σώμασιν εἶναι κατηξίωσεν.
>δυναμένης θεοῦ τάξεως ἄμετρος τῶν ἐχθρῶν μανία ὥσπερ ἀχλύϊ >τινὶ συγκεχυμένη ἐπολεθρίου σκαιότητος ἑρμηνείαν ποιεῖσθαι >ἀμφιβάλλει, διὰ βραχέων, εἰς ὅσον ἡ πίστις καὶ ἡ >ψυχῆς τῆς ἐμῆς τοῦ λέγειν εὐπορίαν δαψιλεύεται, διηγήσασθαι πει- >ράσομαι.
>μένην ἀφανῆ καταστῆσαι ἐπιθυμεῖ.
>τῶν Ἀσσυρίων· οἷς προηγουμένου τοῦ φαύλου παραδείγματος καὶ τὰ >λοιπὰ ἔθνη συνθέσθαι αὐτοῖς ἀνεπείσθη.
>εἰς τὴν τοῦ σωτηριώδους ἰάματος ἀνεξικακίαν ἐκέλευσεν ἀνή- >κειν. Καὶ οὐδὲ οὕτως τοῖς λοιποῖς τῆς τοιαύτης εὐεργεσίας τὸ >μέγεθος δύναται πρὸς χάριν ἐλθεῖν <διὰ> Τὴν παρὰ ἀνθρώπων >ἄγνοιαν τὴν θείαν δυναστείαν δύνασθαι πάντα λόγον ὑψῶσαι καὶ εἰς >ὕψος ἀρθέντα βεβαιώσασθαι <καὶ> αὖθις καθελεῖν καὶ διαλῦσαι.
>μᾶλλον τοῖς ἀνθρωπίνοις πράγμασιν ἐναντίως ἂν ἀπέγη, εἰ <μὴ> ὁ θεὸς >ὁ τὰ πάντα δυνάμενος σιωπηρῷ τῆς αὐτοῦ θεότητος νεύματι πάντα >πράττειν προέθετο. μᾶλλον γὰρ ἂν ἡ τῶν ἀνθρώπων μανία ἐγένετο >συχνή, καὶ ἡ ἀνθρωπεία <αὐθάδεια> οὐκ ἔχουσα πέρας πάσας ἂν τὰς >ψυχὰς ἐπόρθησεν οὐδὲ ἂν τὰ ἄλλα πλεῖστα ὄντα, ἅπερ ἐν τῇ τοῦ κόσμου
>ἀναστροφῇ τὴν ἰδίαν λειτουργεῖ τάξιν, ἀναφανῆναι δεδύνηται·
>τὰς ψυχὰς τῶν ἀνθρώπων διαχυθέντων, ὡς ἀξίως τῇ τούτων αἰσχρό- Α2Η V1P3 M2P1P2 10 >τητι τὸ φῶς ταύτης τῆς ἡμετέρας λαμπρότητος >αἠτοῖς ἀεί τ’ αὐτῆς αὐτοὺς στερίσκεσθαι.
>ζῶν τῆς ἀληθείας λόγος, εἷς πάντα δυνάμενος, φύλαξ πάντων >μάτων, τῆς ἡμετέρας σωτηρίας κηδεμών. οὑτος οὐν δοκεῖ >τρόπῳ τοῦ ἁγιωτάτου αὐτοῦ λόγου δαψιλεύεσθαι τὴν ὁμιλίαν * τοῦ >ἐλευθεροῦντος διαφυλάττειν καὶ τοῦ φωτὸς τὴν λαμπρότητα ἡμῖν >παρεχειν.
>τῆς ἀσεβείας μηδὲ πρὸς τὸ δέον ἀφορῶντες, ὑπὸ τῆς ἀθλίας πλάνης >καταπίπτοντες οὐχ ὁρῶσι· καὶ τοῖς ῥυπαροῖς τούτοις ἔργοις >τοῦ κόσμου τὴν λαμπρότητα οὐ παύονται μιαίνοντες, δηλαδὴ ξύλον >καὶ λίθον καὶ χαλκὸν καὶ ἄργυρον καὶ χρυσὸν καὶ ταύτας τὰς γηίνας ><ὕλας> εἰς τὸ προσκυνεῖν καθιδρύντες καὶ ἀπὸ τούτων ἐλπίδα
>ζωῆς ἐπαγγελλόμενοι, ναοὺς αὐτοῖς μετὰ ἐπισήμου κόσμου >μοῦντες καὶ ἀπὸ τούτου οὕτως αὔξοντες αὐτῶν τῆς >τὰς προσθήκας. ἐπειδήπερ τὸ μέγεθος τῶν οἰκοδομημάτων ὑπ’ αὐτῶν >γενομένων ἄξιον τῆς ἑαυτῶν ὄψεως παρέχεται τὸ θαῦμα.
>οὐκ αἰσθάνονται οὐδὲ ὁρῶσιν ὑπερηφάνως, ὅτι τοῖς ἑαυτῶν ἔργοις >αὐχεῖν δοκοῦντες ἁλίσκονται. ἡλίκος τοίνυν καὶ πόσος τε ὁ >ἐστιν ὁ πάντων δυνάστης οὐχ † ὁρώμενος, τίς καὶ πάντων αὐθέν- >της ἐστὶ καὶ κριτής, ὅν τινες αὐτῇ τῇ πεποιθήσει τῆς ἰδίας, >νομίζουσιν, ἀρετῆς <ὑβρίζοντες ἑαυτοὺς> λανθάνουσιν.
>διατυπώσει καὶ τὸ εἶδος τοῦ ἡμετέρου σώματος ἔλαβε τὸν ὀφειλόμενον 11 12 >τύπον, καὶ ἵνα σχῶμεν τῆς ἁρμονίας τὴν ἀκμήν, ὁ αὐτὸς τῶν μελῶν τὴν συζυγίαν ἰσχυροτάτοις νεύροις συνέδησεν, ἵνα ἐν πάσῃ πρά- >ξει τῆς ἡμετέρας σπουδῆς ἀκάματον ἔχοιμεν τὴν ἀκμὴν τῆς >ἁρμονίας. τούτων τοίνυν σωτηριώδει διατυπώσει
>των καὶ πνεῦμα ἡμῖν, ἵνα ταῦτα πάντα κινεῖσθαι δύναιτο καὶ >ζειν, ἐνέπνευσε καὶ θέαν τοῖς ἡμετέροις ὀφθαλμοῖς συνεχώρησε >πρός σύνεσιν τῇ ἡμετέρᾳ κεφαλῇ δέδωκε καὶ εἴσω τῆς χώρας >πάσης τῆς διανοίας τῆς ἡμετέρας τὸν λογισμὸν συνέκλεισε.
>σκοπήσειε, τὰ δὲ λοιπὰ παύσειεν, ἃ μήτε λόγῳ μήτε ἀριθμῷ περι- >ληφθῆναι δύναται, ταχείᾶ ἐνθυμήσει καὶ ἰδεῖν καὶ συνιέναι >τὴν αἰώνιον καὶ σωτηριώδη τοῦ ἀθανάτου θεοῦ ἐξουσίαν καὶ >δυνήσεται ἐκεῖνον πλάνης τινὸς χωρὶς † ἄνθρωπος ἐνδῆσαι, ὁπότε >σαφῶς αὐτῷ ἔξεστι καὶ ἰδεῖν πάντα τὰ γεγονότα εἶναι δυνάμει τοῦ
>θεοῦ, ὡς αὐτὸς πάντα ταῦτα εἶναι βεβούληται.
>σαφῆ τὴν περὶ τούτου ἀπόδειξιν.
>νεύματι ἀπεβλήθησαν·
δυναμένου θεοῦ ὁ ἀκάματος οἶκτος. πάσαις γὰρ ταῖς ἡμέραις καὶ >τοῖς χρόνοις τοῖς παρεληλυθόσιν ἀναριθμήτους τῶν δήμων 13 14 >πληθείας ἀπὸ τοῦ βάρους τούτου δι᾿ ἐμοῦ τοῦ αὐτοῦ θεράποντος >θεὸς δεδουλωμένας ἐλευθεροῖ, καὶ εἰς ἐντελῆ αἰωνίου φωτὸς ἐξάξει >λαμπρότητα. ἀπὸ τούτων τοιγαροῦν ἐγώ ἀδελφοὶ ποθεινότατοι, >οἰκειοτέρᾳ τινὶ προνοίᾳ καὶ ἐνδόξοις εὐεργεσίαις τοῦ ἀθανάτου
>ἡμετέρου θεοῦ τὸ λοιπὸν ἐπισημότερος εἶναι τῇ πρὸς αὐτὸν καθα- >ρωτάτῃ πίστει πέποιθα.
>εἰ καὶ τὰ μάλιστα καὶ νῦν ὁ λογισμὸς τῆς ἐμῆς ψυχῆς ἐντελῆ >καθαρότητα τῆς καθολικῆς πίστεως ἐπιζητῶν, τοῦτο ἑαυτῷ >οὐκ οἴεται εἶναι ἄξιον, ὅμως προτρέπει καὶ ὑπομιμνήσκει, καὶ τὸ >μέτωπον τῆς οἰκείας αἰδοῦς πασῶν τῶν καλλίστων ἀρετῶν >νοψε >νοχε σφραγῖδα, καὶ τῶν πυλών<ων> τῆς
>καὶ τούτους κρούειν, ὅπως καὶ ὑμαῖς τῆς ὑμετέρας ἀδελφότητος εὐθὺς >συγχωρῆσαι τὴν εὔνοιαν καταξιώσητε εἰς μίαν ὁμόνοιαν καὶ >τῆς καθολικῆς πίστεως βλέψαντες.
>τάτης εἰρήνης ἀξίαν ἀμοιβὴν τῷ ταύτην ἡμῖν >ἅπαντες προσενέγκωμεν.
>πραγμάτων καὶ τοῦ παναγίου πνεύματος τὴν διδασκαλίαν ἀνάγραπτον >ἔχοντας. εὐαγγελικαὶ γὰρ βίβλοι καὶ ἀποστολικαὶ καὶ τῶν >προφητῶν τὰ θεσπίσματα σαφῶς ἡμᾶς, ἅπερ χρὴ περὶ τοῦ >φρονεῖν, ἐκπαιδεύουσι. τὴν πολεμοποιὸν οὖν ἀπελάσαντες ἔριν, ἐκ >τῶν θεοπνεύστων λόγων λάβωμεν τῶν ζητουμένων τὴν λύσιν«.
καὶ ὀκτώ· ἀλλ᾿ οἱ μὲν τριακόσιοι καὶ πρός τοῖς λεγομένοις ἐπείθοντο καὶ τήν τε πρὸς ἀλλήλους ὁμόνοιαν τήν τε τῶν δογμάτων ὑγίειαν ἠσπάζοντο·
Εὐσέβιός τε ὁ Νικομηδεύς, ὡς καὶ πρότερον εἴρηται, Θέογνις ὁ τῆς Νικαίας, Μάρης Χαλκηδόνος, Θεόδωρος Ἡρακλείας Θρᾴκης, Μηνόφαντος Ἐφέσου, Πατρόφιλος Σκυθοπόλεως, Νάρκισσος Νερωνιάδος Κιλικίας δευτέρας, ἣν νῦν Εἰρηνούπολιν ὀνομάζομεν, Θεωνᾶς ὁ Μαρμαρίτης, Σεκοῦνδος Πτολεμαΐδος Αἰγύπτου καὶ σὺν αὐτοῖς ἕτεροι
ὀκτὼ οἵτινες ἑαυτοὺς τῷ τῶν τριακοσίων ἁγίων χορῷ ἐπιμίξαντες ὡς δῆθεν ὀρθόδοξοι τοῖς ἀποστολικοῖς ἀντέπραττον δόγμασιν Ἀρείῳ συνηγοροῦντες·
καὶ φθόνος ὥπλιστο κατ᾿ αὐτῶν, ὡς ὕστερον λέξομεν. οἱ δὲ ἡμέτεροι ἅγιοι ἐπίσκοποι καλοῦσι τὸν Ἄρειον εἰς τὴν σύνοδον, ἐπιτρέποντες αὐτῷ συστῆναι τοῖς ἰδίοις δόγμασι νεύματι τοῦ τὰ πάντα νικηφόρου βασιλέως· ἐπείπερ, ὡς ἀρτίως εἰρήκαμεν, καὶ αὐτὸς τῇ συνόδῳ συνήδρευεν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.