ἠγάγοντο.
δύνασθαι φέρειν τῆς ἀπαθείας τὴν ἄσκησιν.
τούτου, τῇ γνώμῃ καταλείψαντες τῶν βουλομένων κατὰ συμφωνίαν ἀπέχεσθαι τῆς ἰδίας γαμετῆς.
ἀληθοῦς πίστεως κρατυνθεῖσαν βεβαίωσιν ἔτι μὴν καὶ τὸν Ἄρειον ἀναθεματίσαι μὴ ἀνασχόμενοι, φωραθέντες καὶ αὐτις ἐπὶ τούτῳ ἐξορίᾳ ὑπέπεσον ψήφῃ τοῦ θεοφιλεστάτου βασιλέως καὶ κρίσει τῆς ἁγίας τῶν ἐπισκόπων συνόδου, ἄλλων ἀντ᾿ αὐτῶν ἐν ταῖς αὐτῶν παροικίαις καταστάντων ψήφῳ τῆς αὐτῆς συνόδου καὶ τοῦ τῆς
ἑκάστου παροικίας κλήρου καὶ λαοῦ.
τὴν προτέραν δυναστείαν ἀπολαβεῖν ἐπειρῶντο.
ἐπισκόπων ἐπέστειλε σύνοδος τοῖς ἀπολειφθεῖσιν ἐπισκόποις καὶ ταῖς ἑαυτῶν παροικίαις, οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ νικηφόρος καὶ πιστότατος βασιλεὺς εἰς σύστασιν τῆς τε ἐκτεθείσης ἁγιωτάτης πίστεως καὶ τῆς ἁγίας ἑορτῆς τοῦ πάσχα, εἰς ἔλεγχον δὲ τῶν τῆς ἀσεβείας προστατῶν.
συνόδου καὶ θεοπρεπῶς ἐκφωνηθείσης τῆς πίστεως τό τε κατὰ τὴν 3 4 ἐκκλησιαστικὴν εὐταξίαν τυπώσαντες ἅπαντα οἱ ἅγιοι πατέρες δηλῶσαι πάντα τὰ ὡρισμένα διὰ γραμμάτων πάσαις ταῖς ὑπὸ τὸν οὐρανὸν ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις ἐσπούδασαν, συνάψαντες καὶ τὰ κατὰ Μελίτιον.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.