ἁγιαζούσαις. εὐχαὶ γὰρ ἁγιάζουσιν, ἐὰν λόγῳ θείῳ προσευχώμεθα, λόγος δὲ θεῖος πάρεστιν, ἔνθα καρδία καὶ πολιτεία καθαρὰ ἐν ταπεινοφροσύνῃ φυλάττεται. ἔκαμνεν ὁ Ἰσραὴλ τὰς θυσίας ἐπιτελῶν· ἔκραζον οἱ προφῆται πρὸς τὸν θεόν· »ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου«. ἐκεῖνοι ἔκραζον καὶ ἡμεῖς ἐλάβομεν·
»ἄλλοι κεκοπιάκασι«, καθὼς εἶπεν ὁ κύριος, »καὶ ἡμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθαμεν«. ἦλθε γὰρ πρὸς ἡμᾶς αὐτὸς ὁ λέγων ἐγώ εἰμι τὸ φῶς, ἐγώ εἰμι ἡ ἀλήθεια«. ἀκαμάτως ἐλάβομεν τὴν χάριν, ἀλλὰ διὰ καμάτου δεῖ ἡμᾶς φυλάξαι τὴν χάριν.
τινὲς οὐκ ἐργάζεσθαι βουλόμενοι, ἀλλὰ περιεργάζεσθαι ἐκλαμβάνουσι κακῶς τὰς τοῦ κυρίου ἱερὰς φωνὰς εἰπόντος »μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε« ὡς οὐ χρῆναι λέγοντες ἀκολουθοῦντας 1 2 τῇ φωνῇ ταύτῃ ἐργάζεσθαι εἰς τὴν γῆν Χριστιανούς, ἀποδεικτέον ἡμῖν μὴ οὕτως εἰρηκέναι τὸν κύριον. ἐγχωρεῖ γὰρ καὶ ἐργάζεσθαι καὶ μὴ μεριμνᾶν, εἰδότας ἡμᾶς καὶ πιστεύοντας, ὅτι τῶν ἔργων ἡμῶν τὴν αὔξησιν καὶ τοὺς καρποὺς αὐτὸς ὁ κύριος δίδωσιν εἰπών·
οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ καθεύδῃ καὶ ἐγείρεται νύκτα καὶ ἡμέραν· καὶ ὁ σπόρος βλαστάνει καὶ μηκύνεται, ὡς οὐκ οἶδεν αὐτός«.
χρὴ εἶναι τῶν ἐπουρανίων, καὶ τὸν μὲν ἐπίσκοπον <θρόνον> αὐτοῦ τοῦ κυρίου ὡς κεφαλὴν μετ᾿ αὐτὸν ὄντα τῆς ἐκκλησίας, ἡς παρείληφε, τὸν δὲ πρεσβύτερον τὸν σεραφικὸν ἐπέχειν θρόνον, τὸν δὲ διάκονον τὸν χερουβικόν· τὸν ὑπηρέτην εἰς διακονίαν τούτων εἶναι προσήκει.
νόησον τὴν ἐν τοῖς ὕδασι κρυπτομένην τοῦ θεοῦ δύναμιν. ἐν γὰρ πνεύματι ἁγίῳ καὶ πυρὶ βαπτίζεσθαι ἡμᾶς οἱ ἱεροὶ διδάσκουσι λόγοι· ἐν γὰρ πίστει τοῦ βαπτίζοντος καὶ ἐν πίστει τοῦ βαπτιζομένου διὰ τῆς ἱερᾶς ἐπικλήσεως πλήρη τοῦ ἁγιασμοῦ τοῦ πνεύματος καὶ τοῦ θείου πυρὸς νόει τὰ ὕδατα· »αὐτὸς γάρ, φησί, βαπτίσει ἐν
πνεύματι ἁγίῳ καὶ πυρί«. κατέρχεται μὲν οὖν ὁ βαπτιζόμενος ὑπεύθυνος ἁμαρτημάτων καὶ τῇ τῆς φθορᾶς δουλείᾳ ἐνεχόμενος· ἀνέρχεται δὲ ἐλευθερωθεὶς τῆς τε τοιαύτης δουλείας καὶ τῆς ἁμαρτίας, υἱὸς τοῦ θεοῦ καὶ κληρονόμος χάριτι αὐτοῦ γεγονώς, συγκληρονόμος δὲ Χριστοῦ, αὐτὸν ἐνδυσάμενος τὸν Χριστόν, καθὼς γέγραπται
»ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε«.
κεῖσθαι ἐπὶ τῆς ἱερᾶς ἐκείνης τραπέζης τὸν ἀμνὸν τοῦ θεοῦ, αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀθύτως ὑπὸ τῶν ἱερέων θυόμενον, καὶ τὸ τίμιον αὐτοῦ σῶμα καὶ αἷμα ἀληθῶς λαμβάνοντας πιστεύειν ταῦτα εἰναι τὰ τῆς ἡμετέρας ἀναστάσεως σύμβολα. διὰ τοῦτο γὰρ οὔτε πολὺ λαμβάνομεν, ἀλλ’ ὀλίγον, ἴνα γνῶμεν ὅτι οὐκ
εἰς πλησμονήν, ἀλλ’ εἰς ἁγιασμόν.
ὡς ἐκ προσώπου αὐτοῦ, προαναφωνῶν τὸ μέλλον τῆς κατὰ σάρκα αὐτοῦ οἰκονομίας μυστήριον ἐγενήθην, φησίν, ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος‘. τίς δὲ ἐλεύθερος θανάτου, εἰ μὴ θεός; ἀλλὰ κατὰ τὰς προαποδειχθείσας ἀποδείξεις σαρκωθεὶς διὰ φιλανθρωπίαν, γέγονεν ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ταπεινώσας
τὴν ἑαυτοῦ σάρκα μέχρι θανάτου, θανάτου δὲ σταυροῦν, ἥ καὶ ἐγηγέρθαι κηρύττεται, ἵνα ἡμᾶς ἀπαθανατίσας πρυτανεύσῃ ἡμῖν τοῖς ἀπεγνωσμένοις δι᾿ αὐτῆς τῆς ἡμετέρας ἀπαρχῆς τὴν τῆς ἀναστάσεως ἡμῶν ἐλπίδα· ὅπως μηκέτι ὦμεν δοῦλοι τῷ αἰωνίῳ θανάτῳ, ἀλλ’ ἐλεύθεροι, καθάπερ καὶ ἡ ἀπαρχὴ ἡμῶν Χριστός, καθά
φησιν ὁ μακάριος ἀπόστολος Παῦλος· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ«. καὶ σωτῆρα αὐτὸν δὴ τοῦτον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ καὶ πατρὸς υἰὸν μονογενῆ ἀπεκδέχεσθαι ἡμᾶς ἐξ οὐρανῶν, ἀναστήσοντα ἡμῶν ἐκ τῶν τάφων τὰ σώματα, ἐπιμαρτύρεται λέγων ἡμῶν τὸ πολίτευμα,
φησίν, ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὖ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς 5 6 δόξης αὐτοῦ«. οὕτως γὰρ δεῖ τὸ σῶμα ἡμῶν δοξασθῆναι, ὡς τὸ τοῦ δεσπότου ἀνεπίδεκτον κακίας καὶ πάντων τῶν νῦν παθῶν, ἐλεύθερον τοῦ θανάτου καὶ τῆς ἁμαρτίας, ἅγιον, ἵνα ἐν καινότητι ζωῆς σὺν αὐτῷ περιπατῆσαι δυνηθῶμεν ἐν φωτὶ ἐπουρανίῳ, συμβασιλεύοντες
ἀεὶ αὐτῷ τῷ Χριστῷ. ἐν ταύτῃ γὰρ τῇ ἐλπίδι καὶ τὸ ἅγιον εἰλήφαμεν βάπτισμα, καὶ τὴν σωτήριον τῶν ἁγίων αὐτοῦ μελῶν μετουσίαν ὑποδεχόμεθα. ταῦτα τῆς καθολικῆς ἐκκλησίας τὰ δόγματα.
ἔξω ταύτης οὖσαι αἱρέσεις, ἅς ἔχουσιν οἱ ἄνθρωποι, οὐκ εἰσὶ διδασκαλίαι τοῦ σωτῆρος ἡμῶν οὐδὲ τῶν ἀποστόλων, ἀλλὰ τοῦ σατανᾶ, καὶ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου. τὰ γὰρ Ἰουδαίων καὶ Ἑλλήνων ἑτέρῳ σχήματι ἐκδιδάσκουσιν, ἵνα ἀφέλωνται τῶν ἀνθρώπων τὴν ὄντως ζωήν.
Χριστοῦ. »καὶ παραλήψονται τότε, καθά φησι Δανιήλ, τὴν βασιλείαν ἅγιοι ὑψίστου«, καὶ ἔσται ἡ γῆ καθαρά, ἁγία, γῆ ζώντων, καὶ οὐ νεκρῶν· ἥν προεωρακὼς Δαυὶδ τῷ τῆς πίστεως ὀφθαλμῷ βοᾶ· πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων«, γῇ πραέων καὶ ταπεινῶν. »μακαριοι γαρ, φησιν, οἱ πραεις, οτι
αὐτοὶ κληρονομήσουσι τὴν γῆν«. καὶ ὁ προφήτης· »καὶ πατήσουσιν αὐτήν, φησι, πόδες πραέων καὶ ταπεινῶν«.
Νικαίᾳ συνόδῳ, οὕς καὶ αὐτοὺς ἀναγκαῖον ᾠήθην ἐντάξαι τῷ γράμματι.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.