ἐμήνυε τῆς ὄψεως τὴν δύναμιν λέγοντα· τούτῳ νίκα.
τοῦ γράμματος χάριν.
καὶ αὐτοπτήσαντες τὴν παλαιὰν ἀπιστίαν νεαραῖς ὄψεσιν ἐθεράπευσαν.
ὀργάνου τὴν ἔγημον συνηχοῦσα καὶ ἄγγελοι παραταττόμενοι καὶ ἀρχιστράτηγοι δυνάμεως κυρίου τῆς φάλαγγος ὑπερμαχοῦντες καὶ λίθοι χαλάζης καὶ βέλη πυρὸς ἀντὶ τῶν συνήθων δοράτων βαλλόμενα· καὶ ὅμως ἀνεξετάστως πάντες οἱ εὖ φρονοῦντες συντιθέμεθα.
θαῦμα μὴ παραδεχόμενοι, πολλὰ ἔχομεν εἰπεῖν, ἃ μὴ βουλόμεθα λέγειν. πόσα Ἀλεξάνδρῳ μέλλοντι περαιοῦσθαι τὸν ἐπὶ Γρανικῷ πόλεμον καὶ τὴν ἐπὶ Δαρείου παράταξιν ἐπεθείασαν οἱ χρησμολόγοι; καίτοι τὰ ἐκείνων πλάσματα τὴν φαινομένην ἀπόδειξιν οὐκ ἔχει. πῶς τε Σωκράτει τῷ φιλοσόφῳ δαιμόνιον διὰ φωνῆς προεμήνυε τῶν μὴ πρακτέων
τὴν ἔκβασιν καὶ τὰ περὶ Πυθαγόρου τοῦ Σαμίου ὑπὸ τῶν ἐκείνου μαθητῶν συνταχθέντα;
νομίσῃ.
καὶ ἡμεῖς δὲ κατὰ τὸν ἴδιον καιρὸν προϊούσης τῆς ἰστορίας ἐκθησόμεθα.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.