ἀνακαλέσαθαι, τὰς μὲν τοῖς λόγοις τὰς δὲ τοῖς ὅπλοις τὰς δὲ τῇ τῆς φιλανθρωπίας εὐποιίᾳ. τούς τε γὰρ φόρους αὐτοῖς κουφοτέρους ἀπέφηνε καὶ τὴν τῆς ἀκροάσεως ἰσότητα παρεῖχε, τὰς δὲ νεωτεροποιίας καὶ ἀπονοίας συνετῶς διέλυε, σιωπῶν μᾶλλον ἢ φοβῶν, εἰδὼς τὰ Σαύρων καὶ τὰ Φράγγων καὶ τὰ Γερμανῶν ἔθνη φιλόκαινά τε εἶναι
καὶ πρὸς τὰς τῶν βασιλέων ἐπαναστάσεις εὐρίπιστον ἔχειν ὁρμὴν 1 2 καὶ νόμον πολλάκις τὴν γνώμην ποιεῖσθαι.
ὕδωρ φθάσας πάλιν δι᾿ ἑτέρας ὁδοῦ πρὸς ἡμᾶς ἀνακάμπτει· εἷλε δὲ καὶ τῷ κράτει τῶν ὅπλων τὰ αὐτόθι βάρβαρα φῦλα, παρέργῳ τῆς μάχης πρὸς τὸ ἔργον συγχρησάμενος.
λυπήσας οὐδὲ πολιορκήσας καὶ ἐπὶ τὴν ἑτέρων σωτηρίαν ἐπειχθείας.
ποταμοὺς ἀνωνύμους ὀλίγῳ στρατῷ περαιωθείς, πολλά τε βάρβαρα ἔθνη χειρωσάμενος Γάλλων τε καὶ Φράγγων καὶ Σπάνων δέκα ἔθνη προσ<αγ>αγόμενος, προσῆγε λοιπὸν τοῖς Ἰταλίας ὄρεσι τὸ στράτευμα.
καὶ ποικίλοις βαρβάροις πεφραγμένην καὶ τοῖς αὐτοφυέσι τῆς ἐρημίας δυσχερείαις· μέγιστον γὰρ γίνεται πολλάκις ἐπιτείχισμα βασιλείας ἡ τῶν τόπων ἐρημία.
ἀλλήλων, ἐνταῦθα ἡ μάχη λοιπὸν ἄνισον εἶχε τὴν ἐλπίδα. οἱ μὲν γὰρ ἀπὸ ῾Ρώμης προεκτεθέντες καὶ κατὰ φάλαγγας ἐκχεόμενοι καὶ ἐκ πολλῆς ἐκεχειρίας καὶ διαναπαύσεως ὄντες ἐδόκουν ἀξιόμαχοι καταφαίνεσθαι φρόνημά τε φέρειν ἄξιον τῆς πόλεως ἐφάμιλλον.
γῆν, πολλὰ δὲ λάφυρα καὶ σκῦλα τοῦ πολέμου συνήγοντο πόθῳ· δρόμῳ δὲ μᾶλλον τῆς νίκης ἢ ἀπολαύσει τῶν εἰλημμένων χρησάμενοι ἤδη λοιπὸν ἦσαν πρὸς τὸν κάματον ἀπαγορεύοντες καὶ πρὸς τὴν πυκνότητα τῶν πόνων ἐνδιδόντες.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.