ἀνδρί, τὰς ἀποστολικὰς ἀφιέντι ἀκτῖνας. φθάσας γὰρ τὴν προρρη- θεῖσαν ἐνδοτάτην Ἰνδίαν, ἐπὶ σημείοις καὶ δυνάμεσι τὸ τοῦ Χριστοῦ βεβαιῶν εὐαγγέλιον, πολλὰ πλήθη τῶν Ἰνδῶν ἐπὶ τὴν τοῦ Χριστοῦ ἀληθῆ πίστιν ἐφείλκυσε, γνησιώτατα αὐτῶν τὸν θεῖον δι᾿ αὐτοῦ παραδεξαμένων λόγον. διὸ καὶ ἐκκλησίαι καὶ χειροτονίαι εἰς πλῆθος
ηὔξησαν ἐν ἐκείνοις τοῖς ἔθνεσι.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.