ἐνέβαλε κρόνος, τῆς τοῦ παιδὸς προμηθουμένη κεφαλῆς, ἵνα τὰ τῶν πολεμίων ἀποκρούηται βέλη· ὅπερ κράνος ἅτε θεῖον δῶρον πρὸς τὸν υἱὸν μετεκόμισε. τὰ δὲ λοιπὰ τῶν ἥλων τῷ τοῦ βασιλικοῦ ἵππου χαλκεύσασα ἀνέμιξε χαλινῷ, ἀσφάλειαν μὲν μηχανωμένη τῷ βασιλεῖ, καὶ παλαιᾷ προφητείᾳ πέρας ἐπιθήσασα. πόρρωθεν γὰρ
Ζαχαρίας ὁ προφήτης ἐβόα· »καὶ ἔσται τὸ ἐπὶ τοῦ χαλινοῦ ἅγιον τῷ κυρίῳ παντοκράτορι«.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.