τῆς τῶν ἁγίων τόπων καταλήψεως ἕνεκα καὶ τῆς τε τοῦ σωτηρίου πάθους κοὶ τῆς τοῦ τιμίου ξύλου τοῦ τοῦ Χριστοῦ σταυροῦ ἀναζητήσεως φθάνει τὰ Ἱεροσόλυμα.
πόρρω που ἐκριφῆναι προσέταξε. δήλου δὲ τοῦ κεκρυμμένου τόπου γεγενημένου, ὤφθησαν παρὰ τὸ δεσποτικὸν μνῆμα τρεῖς κατακεχωσμένοι σταυροί.
τὸν τῷ δεσποτικῷ ἐκείνῳ καὶ ἁγίῳ πελάσαντα σώματι καὶ τοῦ τιμίου αἵματος τὴν λιβάδα δεξάμενον.
πρὸς θάνατον τὰ ξύλα προσενεχθῆναι σκοπήσας, ἔγνω τοῦ σωτηρίου σταυροῦ τὴν δύναμιν, τοιαδε προσευχῇ πρὸς τὸν θεὸν χρησάμενος·
σου παιδὸς Ἰησοῦ Χριστοῦ τῷ τῶν ἀνθρώπων γένει τὴν σωτηρίαν ἐν τῷ τοῦ σταυροῦ ξύλῳ ἐργασάμενος, ὁ καὶ νῦν ἐπ᾿ ἐσχάτων τῶν χρόνων τῇ σῇ θεραπαινίδι ἐμπνεύσας σὺν τῷ ταύτης παιδί, σῷ δὲ θεράποντι, ἐπιζητῆσαι τὸ μακάριον ξύλον, ἐν ᾡ ὁ σωτὴρ πάν- 1 2 3 των ἀνθρώπων, μάλιστα πιστῶν, Χριστὸς καθηλώθη σαρκί, ἀνάδειξον ἡμῖν, κύριε, ποῖον ἐκ τούτων τῶν τριῶν ξύλων ἐστὶν ὁ σταυρὸς τοῦ Χριστοῦ, ὃς διὰ τῆς προσψαύσεως αὐτοῦ τῆς δι᾿ ἡμῶν γινομένης ἐπὶ ταύτην τὴν ἀσθενῆ καὶ ἡμιθανῆ πρὸς ὑγείαν αὐτῆς καὶ ἐξανάστασιν
χειραγωγὸς γένηται ὡς δὲ ἐπαύσατο προσευξάμενος,
γὰρ ἡ ἡμιθανὴς τοὺς ὀφθαλμοὺς διήνοιξεν· εἶτα ἐπιταθέντος αὐτῇ τοῦ τιμίου καὶ δεσποτικοῦ σταυροῦ, εὐθέως ἀνεπήδησε, καὶ στᾶσα ἐπὶ τοὺς πόδας τῷ θεῷ δόξαν ἀνέπεμπε, τοσούτῳ κρείσσων ἑαυτῆς γενομένη, καὶ πάντα τὸν οἶκον περιπορευομένη χαίρουσά τε πανοικὶ μεγαλοφώνως εὐηγγελίζετο τοῦ θείου σταυροῦ τὴν δύναμιν.
καὶ μαρτύριον αὐτὸν προσαγορεύσασα, εἰσέτι μᾶλλον καὶ μᾶλλον τῇ πίστει προέκοπτε.
ἐνέβαλε κρόνος, τῆς τοῦ παιδὸς προμηθουμένη κεφαλῆς, ἵνα τὰ τῶν πολεμίων ἀποκρούηται βέλη· ὅπερ κράνος ἅτε θεῖον δῶρον πρὸς τὸν υἱὸν μετεκόμισε. τὰ δὲ λοιπὰ τῶν ἥλων τῷ τοῦ βασιλικοῦ ἵππου χαλκεύσασα ἀνέμιξε χαλινῷ, ἀσφάλειαν μὲν μηχανωμένη τῷ βασιλεῖ, καὶ παλαιᾷ προφητείᾳ πέρας ἐπιθήσασα. πόρρωθεν γὰρ
Ζαχαρίας ὁ προφήτης ἐβόα· »καὶ ἔσται τὸ ἐπὶ τοῦ χαλινοῦ ἅγιον τῷ κυρίῳ παντοκράτορι«.
παρεγγυήσασα ταῖς μετέπειτα γενεαῖς τὰ τῆς σωτηρίας μηνημόσυνα.
πολυτέλειαν.
διακονοῦσα αὐταῖς καὶ ὄψα παρατιθεῖσα καὶ κύλικας ὀρέγουσα καὶ οἰνοχοοῦσα καὶ πρόχοον ἐπὶ λέβητος φέρουσα καὶ ὕδωρ ταῖς ἐκείνων χερσὶν ἐπιχέουσα.
ἀνόλεθρον μετέστη βίον, πλεῖστα τῷ παιδὶ περὶ τῆς εὐσεβοῦς πολιτείας ἐντειλαμένη καὶ ταῖς ἐξιτηρίοις αὐτὸν στεφανώσασα εὐλογίαις. ἐκείνη μὲν οὐν καὶ μετὰ τὴν τελευτὴν τιμῆς τετύχηκεν, ὁποίας ἐχρῆν ἐχρῆν τὴν οὕτως ἐπιμελῶς καὶ θερμῶς τὸν τῶν ὅλων θεραπεύσασαν θεόν.
τὴν τοῦ ἀσεβοῦς Λικιννίου γενομένην γυναῖκα.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.