γὰρ ἡ ἡμιθανὴς τοὺς ὀφθαλμοὺς διήνοιξεν· εἶτα ἐπιταθέντος αὐτῇ τοῦ τιμίου καὶ δεσποτικοῦ σταυροῦ, εὐθέως ἀνεπήδησε, καὶ στᾶσα ἐπὶ τοὺς πόδας τῷ θεῷ δόξαν ἀνέπεμπε, τοσούτῳ κρείσσων ἑαυτῆς γενομένη, καὶ πάντα τὸν οἶκον περιπορευομένη χαίρουσά τε πανοικὶ μεγαλοφώνως εὐηγγελίζετο τοῦ θείου σταυροῦ τὴν δύναμιν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.