τὸ μυσαρὸν ἐκεῖνο προσέταξεν οἰκοδόμημα ὁ πιστότατος βασιλεύς, τὸν δὲ χοῦν ἐκεῖνον τὸν ἐναγέσι μολυνθέντα θυσίαις ἐκφορηθῆναι καὶ πόρρω που ῥιφῆναι τοῦ ἄστεος, εἶτα ναὸν τοῦ σωτῆρος ἡμῶν θεοῦ οἰκοδομηθῆναι μέγιστον καὶ κάλλιστον προστάττει. δηλοῖ δὲ ταῦτα σαφέστερον ἡ τοῦ θεοφιλεστάτου βασιλέως ἐπιστολή, ἣν
τὸν πρόεδρον τῆς ἐκκλησίας ἐκείνης, τῆς ἐν Ἱεροσολύμοις λέγω, ἐπέστειλε. Μακάριος δὲ ἦν τότε, οὑ καὶ ἔμπροσθεν ἐμνήσθημεν, ὃς καὶ τῇ μεγάλῃ τῇ κατὰ Νίκαιαν κεκοινωνήκει συνόδῳ καὶ τὴν τῆς Ἀρείου σὺν τοῖς ἄλλοις βλασφημίας κατέλυσε φλόγα.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.