σπουδῆς τῆς κατὰ τοῦ μεγάλου Ἀθανασίου ἐλπίδος ψευσθείς, ὁδὸν εὐπρόσωπον τῆς κατὰ τοῦ θείου Εὐσταθίου τοῦ τῆς Ἀντιοχέων ἐκκλησίας προέδρου ἐσοφίσατο ἔφοδον, καὶ πρόσεισι τῷ φιλαγάθῳ βασιλεῖ Κωνσταντίνῳ ὡς δῆθεν εὐνούστατος καὶ τοῖς παρ᾿ πραττομένοις χαίρων τὴν ἐπὶ τὰ Ἱεροσόλυμα ὁδοιπορίαν ἐξαιτῶν καὶ
τῆς τῶν ἐκεῖσε παρ’ αὐτοῦ δομηθέντων ἱερῶν τοῦ θεοῦ οἴκων θέας ἱμειρόμενος, τούτοις τοῖς ἀπατηλοῖς λόγοις τὴν τοῦ βασιλέως δαυιτικὴν βουκολήσας ψυχήν, μετὰ πλείστης ὅσης ἀπὸ τὴς Κωνσταντινουπόλεως ἀπῆρε τιμῆς, τοῦ βασιλέως αὐτῶ καὶ ὀχήματα ἀπονείμαντος καὶ τὴν ἄλλην πᾶσαν θεραπείαν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.