>τὸ ἅγιον φίλτρον τὸ ὑμέτερον, ἀγαπήσατε ἑαυτοὺς παντὶ >καὶ τὸν ὑμέτερον ἐπίσκοπον Ἀθανάσιον ἀπλήστῳ εὐφροσύνῃ >δέξασθε, ἀγαπητοί, εἰ καὶ τὰ μάλιστα εὖ οἶδα, ὡς οὐ τοσαύτην >ὑμῖν λύπην ἐνεποίησεν ὁ αὐτοῦ χωρισμός, ὅσην ἔχετε χαρᾶς >βολὴν ἐπὶ τῇ τούτου πρὸς ὑμᾶς ἐαναζεύξει.
>τῆς ἡμετέρας ὁμονοίας χάριν ἀφανίζειν ἐπιθυμοῦντας, καὶ πρὸς τὸν >θεὸν ἀπιδόντες ὑμᾶς αὐτοὺς ἀγαπήσατε, παρακαλῶ. ἐγὼ γὰρ >ὑμέτερον ἐπίσκοπον Ἀθανάσιον ἀσμένως προσηκάμην, οὕτως τε προσ- >εφθεγξάμην, ὡς ἄνθρωπον αὐτὸν εἶναι τοῦ θεοῦ πεπεισμένος. >θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί«.
ἀλλ’ ὅμως καὶ οὕτως τὴν αἰδῶ πᾶσαν τοῦ οἰκείου προσώπου ἀποδυσάμενοι, μορφιζόμενοι τὴν εὐσέβειαν, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας μάλιστα καὶ δέον αὐτοὺς εἰς γῆν καταδῦναι, πολλὴν ἄγαν τὴν ἀναισχυντίαν ἠμφιεσμένοι ἐφ’ ἕτερον πύργον εὐσεβείας τὴν παγχάλεπον καὶ κάκιστον αὐτῶν ἐπὶ τοῖς
πονηροῖς δράμασιν εὐτεχνίαν ἐτρέψαντο.
ἐκράτει. ἐγχρονίζων δὲ τῇ Κωνσταντινουπόλει καὶ συχνότερον τὸν βασιλέα διὰ τοῦ κατὰ Ἄρειον πρεσβυτέρου θεώμενος καὶ πολλὴν τὴν πρὸς αὐτὸν παρρησίαν αὐξήσας ἐφόδιον τῆς οἰκείας κακοτεχνίας εὑράμενος τὴν τοῦ βασιλέως ἁπλότητα, ῥαδίως τὰς κατὰ τῶν τῆς ἀληθείας προμάχων κατεσκεύαζε μηχανάς.
σπουδῆς τῆς κατὰ τοῦ μεγάλου Ἀθανασίου ἐλπίδος ψευσθείς, ὁδὸν εὐπρόσωπον τῆς κατὰ τοῦ θείου Εὐσταθίου τοῦ τῆς Ἀντιοχέων ἐκκλησίας προέδρου ἐσοφίσατο ἔφοδον, καὶ πρόσεισι τῷ φιλαγάθῳ βασιλεῖ Κωνσταντίνῳ ὡς δῆθεν εὐνούστατος καὶ τοῖς παρ᾿ πραττομένοις χαίρων τὴν ἐπὶ τὰ Ἱεροσόλυμα ὁδοιπορίαν ἐξαιτῶν καὶ
τῆς τῶν ἐκεῖσε παρ’ αὐτοῦ δομηθέντων ἱερῶν τοῦ θεοῦ οἴκων θέας ἱμειρόμενος, τούτοις τοῖς ἀπατηλοῖς λόγοις τὴν τοῦ βασιλέως δαυιτικὴν βουκολήσας ψυχήν, μετὰ πλείστης ὅσης ἀπὸ τὴς Κωνσταντινουπόλεως ἀπῆρε τιμῆς, τοῦ βασιλέως αὐτῶ καὶ ὀχήματα ἀπονείμαντος καὶ τὴν ἄλλην πᾶσαν θεραπείαν.
ὁ Νικαίας κοινωνὸς αὐτοῦ ὤν, ὡς καὶ ἔμπροσθεν ἔφαμεν, τῶν πο- νηρῶν καὶ ἀσεβῶν αὐτοῦ βουλευμάτων.
ποιησάμενος πρόνοιαν συνέγραψεν, ἀλλὰ τοῖς πρὸ αὐτοῦ συγγρα- 4 5 6 φεῖσιν ἡμεῖς ἐντυχόντες ἀκριβῶς ἅπαντα τάξει τε καὶ εἱρμῷ ἱστορήσασι, τὴν ἀκολουθίαν συντάττω. τὰ γαρ ἐκείνων πονηματα, ως προείρηται, ἑξ ἑκατέρων ἀναλεξάμενοι ἐνταῦθα συντάττομεν.
τῶν ἀλιτηρίων τὴν Ἀντιόχου πόλιν, μετὰ πλείστης ὅσης χαρᾶς ὑπὸ τοῦ ἐκεῖσε προέδρου τοῦ μεγάλου Εὐσταθίου πνευματικῶς ὑπεδέχθησαν· ἦν γὰρ ἀκηκοὼς περὶ τῆς ἐπιπλάστου αὐτῶν μετανοίας ὡς ἀληθοῦς, φησί, καὶ ἔχαιρεν ἐπ’ αὐτοῖς, φιλοφρόνως δὲ αὐτοὺς ὑποδεξάμενος τῆς εἰς Χριστὸν εὐσεβείας ἕνεκα ὁ μέγας Εὐστάθιος; πλείστης
ὅσης θεραπείας ἡξίωσε.
συκοφαντεῖν τὸν ἄνδρα ψευδῆ περὶ αὐτοῦ γραψάμενος· οὗτινος πάντες οἱ ἅγιοι ἡμῶν πατέρες ἐπὶ τῇ ὀρθοδόξῳ διαπρέψαντος πίστει μέμνηνται, καὶ τῶν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ ὑπὲρ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος πόνο)ν καὶ ἀγώνων τοῦ ἀνδρὸς ᾄδουσι τοὺς ἄθλους,
Εὐσταθίου τοῦ μεγάλου καὶ Ἀλεξάνδρου τοῦ Ἀλεξανδρείας καὶ Λεοντίου Καισαρείας Καππαδοκίας καὶ Εὐψυχίου Τυάνων καὶ Σαρδικῆς καὶ πρό γε πάντων Ὁσίου τοῦ Κουρδούβης Ἀθανασίου Ἀλεξανδρείας καὶ Ἀλεξάνδρου Κωνσταντινουπόλεως καὶ τῶν λοιπῶν ἁΠάντων τῶν ἐν ἐκείνῃ τῇ ἱερᾷ καὶ ἁγίᾳ συνόδῳ ὑπὲρ τῶν ἀποστολικῶν
ἀγωνισαμένων δογμάτων, οὕτως ἐπιμέμνηνται καὶ τοῦ θαυμασίου Εὐσεβίου τοῦ Παμφίλου Καισαρείας τῆς Παλαιστίνοις ἐπισκόπου — ἀλλὰ τοῦτον μὲν οὐχ
ὅσους τῆς ἀσεβείας Ἀρείου εὗρον κοινωνούς, οἷς συμμείξαντες καὶ τὸ παρ’ αὐτῶν τυρευθὲν κατὰ τοῦ ἁγίου Εὐσταθίου κατάδηλον αὐτοῖς ποιήσαντες σὺν αὐτοῖς τῶν Ἱεροσολύμων ἐξῄεσαν καὶ τὴν Ἀντιόχου ἅμα αὐτοῖς κατέλαβον.
δοῦναι αὐτοῖς πείσαντες, συνέδριόν τε σὺν τῷ μεγάλῳ Εὐσταθίῳ ἅμα τοῖς σὺν αὐτῷ ἁγίοις ἐπισκόποις συστήσαντες, εἶτα τοὺς ἄλλους ἅπαντας ἔξω γενέσθαι κελεύσαντες, οἱ κατὰ τοῦ ἀρχιερέως δρᾶμα συντεθεικότες ἄγεσθαι ὡς τάχιστα τὸ τρισάθλιον γύναιον εἰς τὸ συνέδριον παρακελεύονται.
ἄγουσιν αὐτῶν μέσον τὸ γύναιον. ἡ δὲ ἔστη παιδίον ὑπομάζιον ἐπιδεικνύουσα καὶ λέγουσα ἐκ τῆς Εὐσταθίου συνουσίας τοῦτο συνειληφέναι καὶ τετοκέναι καὶ ἀνέδην ταῦτα ἐπέμενε βοῶσα. τὸ δὲ τῆς συκοφαντίας προφανὲς ἐγνωκὼς ὁ μέγας Εὐστάθιος, εἴ τινα ἔχοι τούτου συνίστορα, ἄγειν εἰς τὸ μέσον ἐκέλευεν.
ἔχειν λεγούσης, ὅρκον αὐτῇ προέτειναν τῇ ἑταιρίδι οἱ τὴν συκοφαντίαν ὑφήναντες, καίτοι τοῦ ἀποστολικοῦ θείου κανόνος διαγορεύοντος μὴ δεῖν κατὰ πρεσβυτέρου κατηγορίαν παραδέχεσθαι παρεκτικτὸν δύο ἢ τριῶν μαρτύρων.
θεοῦ εἰς οὐδὲν λογισάμενοι, ἀμάρτυρον κατὰ ἀνδρὸς τοσούτου κατηγορίαν διὰ τοῦ ἑταιρικοῦ γυναίου ἐξύφηναν καὶ ἐδέξαντο, ὡς δικασταὶ κατάδικοι. ἐπειδὴ δὲ καὶ ὅρκον, ὃν αὐτοὶ ἐπέθεντο, τὸ προστέθεικε γύναιον, βοῶσα Εὐσταθίου εἶναι τὸ βρέφος, ὡς κατὰ μοιχοῦ λοιπὸν οἱ πάσης αἰσχρότητος ἔμπλεοι τὴν ψῆφον ἐξήνεγκαν.
τῶν δὲ ἄλλων ἀρχιερέων
βασιλέα ἀνέδραμον <καὶ> πείσοντες αὐτόν, ὡς ἀληθῆ τὰ διερευνηθέντα εὕρηνται καὶ δικαία ἡ τῆς καθαιρέσεως ψῆφος, μοιχὸν ὁμοῦ καὶ τύραννον ἐξελαθῆναι τῶν ἱερῶν περιβόλων καὶ εἰς Ἰλλυρικὴν πόλιν διὰ τῆς Θρᾴκης πορρωτέρω ἐξορίᾳ ἀπαχθῆναι τὸν τῆς εὐσεβείας καὶ σωφροσύνης ἀγωνιστήν.
Εὐλάλιον.
κρυμμένην· ὅθεν ἅπαντες οἱ τῆς ὀρθῆς καὶ εὐσεβοῦς πίστεως ἀντιποιούμενοι, οἱ τε τῶν ἱερωμένων καὶ τῶν τοῦ λαοῦ. τοὺς ἐκκλησιαστικοὺς καταλιπόντες συλλόγους καθ’ ἑαυτοὺς συνηθροίζοντο. Εὐσταθιανοὺς δὲ τούτους ὡνόμαζον πάντες, ἐπειδὴ μετὰ τὴν ἐκείνου συνέστησαν ἔξοδον.
χαλεπωτάτῃ καὶ μακροτάτῃ μετ’ οὐ πολὺ περιπεσὸν ἐξέφηνε τὴν ἐπιβουλὴν καὶ τὴν συκοφαντίαν ἐγύμνωσεν, οὐ δύο ἢ τρεῖς ἀλλὰ Πολλοὺς τῶν ἱερέων προσκαλεσαμένη καὶ τὰ τυρευθέντα παρὰ τῆς θαυμαστῆς τῶν ἀσεβῶν συμμορίας διδάξασα. ἔφη γὰρ ἐπὶ χρήμασι τὴν συκοφαντίαν ἐκείνην τετολμηκέναι, τὸν μέντοι ὅρκον μὴ πολὺ
εἶναι ψευδῆ ἔλεγεν· Εὐσταθίου γὰρ τινος χαλκέως τὸ βρέφος εἰναι ἐβόα.
κατὰ τοῦ μεγάλου Εὐσταθίου ὑπήντησεν, ἕτερον πάλιν δρᾶμα κατὰ τοῦ θείου Ἀθανασίου συρράπτουσιν, ᾧ προσόμοιον οὐδεὶς τῶν ἀνδρῶν πώποτε κατετόλμησε.
πολλὰς τὸν τῆς ἀρετῆς ἀθλητήν. ἡγεῖτο δὲ τούτων Εὐσέβιός τε καὶ Θεόγνιος καὶ Θεόδωρος ὁ Ἡρακλεώτης τῆς Θρᾴκης, οὐκ ἀνεκτὰ ταῦτ εἶναι λέγοντες οὐδὲ ἀκοαῖς φορητά.
ἐπιστάμενος, οὐχ ἧκεν εἰς τὸ συνέδριον. ἐντεῦθεν μείζονα πρόφασιν εἰς συκοφαντίαν λαβόντες, ἅπαξ τὸν κατὰ τῆς ἀληθείας ἀναδεξάμενοι πόλεμον, τυραννίδος αὐτὸν καὶ θρασύτητος ἐπὶ τοῦ βασιλέως διὰ γραμμάτων ψηφίζονται.
αὐτῷ τὴν ὀργὴν ὑποφαίνων καὶ τὴν Τύρον καταλαβεῖν παρεγγυῶν· ἐκεῖσε γὰρ μετατεθεῖσαν ἀθροισθῆναι τὴν σύνοδον προσέταξεν. ὑποπτεύσας ὑφορᾶσθαι τὴν Ἀντιοχέων τὸν Ἀθανάσιον διὰ τὸ πολλοὺς εἶναι κατὰ τὴν ἀνατολὴν τοὺς τὴν Ἀρείου λώβην εἰσδεδεγμένους. ἔγραψε δὲ καὶ τῇ συνόδῳ ἅπερ ἐχρῆν ἐπιστεῖλαι τὸν εὐσεβείᾳ
ἔστι δὲ ταῦτα·
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.