ἀλλ’ ὅμως καὶ οὕτως τὴν αἰδῶ πᾶσαν τοῦ οἰκείου προσώπου ἀποδυσάμενοι, μορφιζόμενοι τὴν εὐσέβειαν, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας μάλιστα καὶ δέον αὐτοὺς εἰς γῆν καταδῦναι, πολλὴν ἄγαν τὴν ἀναισχυντίαν ἠμφιεσμένοι ἐφ’ ἕτερον πύργον εὐσεβείας τὴν παγχάλεπον καὶ κάκιστον αὐτῶν ἐπὶ τοῖς
πονηροῖς δράμασιν εὐτεχνίαν ἐτρέψαντο.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.