χαλεπωτάτῃ καὶ μακροτάτῃ μετ’ οὐ πολὺ περιπεσὸν ἐξέφηνε τὴν ἐπιβουλὴν καὶ τὴν συκοφαντίαν ἐγύμνωσεν, οὐ δύο ἢ τρεῖς ἀλλὰ Πολλοὺς τῶν ἱερέων προσκαλεσαμένη καὶ τὰ τυρευθέντα παρὰ τῆς θαυμαστῆς τῶν ἀσεβῶν συμμορίας διδάξασα. ἔφη γὰρ ἐπὶ χρήμασι τὴν συκοφαντίαν ἐκείνην τετολμηκέναι, τὸν μέντοι ὅρκον μὴ πολὺ
εἶναι ψευδῆ ἔλεγεν· Εὐσταθίου γὰρ τινος χαλκέως τὸ βρέφος εἰναι ἐβόα.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.