ἄγουσιν αὐτῶν μέσον τὸ γύναιον. ἡ δὲ ἔστη παιδίον ὑπομάζιον ἐπιδεικνύουσα καὶ λέγουσα ἐκ τῆς Εὐσταθίου συνουσίας τοῦτο συνειληφέναι καὶ τετοκέναι καὶ ἀνέδην ταῦτα ἐπέμενε βοῶσα. τὸ δὲ τῆς συκοφαντίας προφανὲς ἐγνωκὼς ὁ μέγας Εὐστάθιος, εἴ τινα ἔχοι τούτου συνίστορα, ἄγειν εἰς τὸ μέσον ἐκέλευεν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.