αἰχμάλωτος αὕτη, ὦ βασιλεῦ, οὐκ ὀρέγεται ἀργυρίου οὔτε χρυσίον περιποιεῖται· δῶρον δὲ ἀπαιτεῖ παρ᾿ ἡμῶν ἀξιόχρεων, τὸ μόνον ἡμᾶς πιστεῦσαι, ὅτι ὁ Χριστὸς υἱός ἐστι τοῦ θεοῦ τοῦ ὑφίστου· ᾗ γὰρ ὁ πᾶς βίος νηστεία καὶ ἐγκράτεια, περιττοὶ θησαυροὶ χρυσίου καὶ ἀργυρίου, καὶ γὰρ ἀπεπειράθην τῆς εὐσεβοῦς. τἀλεθῆ διηγοῦμαί σοι, ὦ
βασιλεῦ. ἀλλ᾿ εἴ μου παρὰ σοὶ φροντίς ἐστι σωτηρίας, ἀμειψώμεθα καινότερον τὴν γυναῖκα, τὸν Χριστὸν αὐτῆς παραδεχόμενοι εἰς προσκύνησιν«.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.