τότε κατὰ γνώμην αὐτῷ οὐχ ὑπήντησε, τῆς τῶν ἐκκλησιῶν τοῦ θεοῦ προμηθουμένῳ εἰρήνης· ὁ δ᾿ ἐκεῖσε, τῶν Περσῶν λέγω, βασιλεὺς ὑπὲρ τῶν ὑπ᾿ αὐτὸν τῆς εὐσεβείας τροφίμων τὴν πρόνοιαν ποιούμενος, μαθὼν αὐτοὺς ὑπὸ τῶν ἐκεῖσε ἀσεβῶν ἐλαυνομένους καὶ αὐτὸν δὲ τοῦτον τὸν ἐκε〈ίνων〉 βασιλέα τῇ πλάνῃ δεδουλωμένον παντοδαποὺς
αὐτοῑς καττύειν ἐπιβουλάς, Σαβώριος δὲ ἦν, ἐπέστειλεν αὐτῷ καὶ εὐσεβεῖν παραινῶν καὶ τοὺς εὐσεβεῖς καὶ Χριστιανοὺς τιμῆς ἀπολαύειν αἰτῶν. σοφῆ δὲ τὴν τοῦ φιλοχρίστου βασιλέως σπουόὴν αὐτὰ δείξει τὰ γράμματα.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.